LXX Brenton's Greek Septuagint WEB World English Bible (Classic, with Deuterocanon) 1 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν λαξευσον σεαυτῷ δύο πλάκας λιθίνας, καθὼς καὶ αἱ πρῶται, καὶ ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος, καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶ ταῖς πρώταις, αἷς συνέτριψας. 1 Yahweh said to Moses, “Chisel two stone tablets like the first. I will write on the tablets the words that were on the first tablets, which you broke.
2 Καὶ γίνου ἕτοιμος εἰς τὸ πρωί, καὶ ἀναβήσῃ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ στήσῃ μοι ἐκεῖ ἐπʼ ἄκρου τοῦ ὄρους. 2 Be ready by the morning, and come up in the morning to Mount Sinai, and present yourself there to me on the top of the mountain.
3 Καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ μηδὲ ὀφθήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ πρόβατα καὶ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους ἐκείνου. 3 No one shall come up with you or be seen anywhere on the mountain. Do not let the flocks or herds graze in front of that mountain.”
4 Καὶ ἐλάξευσε δύο πλάκας λιθίνας, καθάπερ καὶ αἱ πρῶται· καὶ ὀρθρίσας Μωυσῆς, ἀνέβη εἰς τὸ ὄρος τὸ Σινὰ, καθότι συνέταξεν αὐτῷ Κύριος· καὶ ἔλαβε Μωυσῆς τὰς δύο πλάκας τὰς λιθίνας. 4 He chiseled two tablets of stone like the first; then Moses rose up early in the morning, and went up to Mount Sinai, as Yahweh had commanded him, and took in his hand two stone tablets.
5 Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου. 5 Yahweh descended in the cloud, and stood with him there, and proclaimed Yahweh’s name.
6 Καὶ παρῆλθε Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσε κύριος ὁ Θεὸς οἰκτείρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, 6 Yahweh passed by before him, and proclaimed, “Yahweh! Yahweh, a merciful and gracious God, slow to anger, and abundant in loving kindness and truth,
7 καὶ δικαιοσύνην διατηρῶν καὶ ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. 7 keeping loving kindness for thousands, forgiving iniquity and disobedience and sin; and who will by no means clear the guilty, visiting the iniquity of the fathers on the children, and on the children’s children, on the third and on the fourth generation.”
8 Καὶ σπεύσας Μωσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησε· 8 Moses hurried and bowed his head toward the earth, and worshiped.
9 καὶ εἶπεν, εἰ εὕρηκα χάριν ἐνώπιόν σου, συμπορευθήτω ὁ Κύριός μου μεθʼ ἡμῶν· ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστι, καὶ ἀφελεῖς σὺ τὰς ἁμαρτίας ἡμῶν, καὶ τὰς ἀνομίας ἡμῶν, καὶ ἐσόμεθά σοι. 9 He said, “If now I have found favor in your sight, Lord, please let the Lord go among us, even though this is a stiff-necked people; pardon our iniquity and our sin, and take us for your inheritance.”
10 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, Ἰδοὺ, ἐγὼ τίθημί σοι διαθήκην ἐνώπιον παντὸς τοῦ λαοῦ σοῦ, ποιήσω ἔνδοξα, ἃ οὐ γέγονεν ἐν πάσῃ τῇ γῇ, καὶ ἐν παντὶ ἔθνει· καὶ ὄψεται πᾶς ὁ λαὸς, ἐν οἷς εἶ σὺ, τὰ ἔργα Κυρίου, ὅτι θαυμαστά ἐστιν, ἃ ἐγὼ ποιήσω σοι. 10 He said, “Behold, I make a covenant: before all your people I will do marvels, such as have not been worked in all the earth, nor in any nation; and all the people among whom you are shall see the work of Yahweh; for it is an awesome thing that I do with you.
11 Πρόσεχε σὺ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι· ἰδοὺ ἐγὼ ἐκβάλλω πρὸ προσώπου ὑμῶν τὸν Ἀμοῤῥαῖον, καὶ Χαναναῖον, καὶ Φερεζαῖον, καὶ Χετταῖον, καὶ Εὑαῖον, καὶ Γεργεσαῖον, καὶ Ἰεβουσαῖον. 11 Observe that which I command you today. Behold, I will drive out before you the Amorite, the Canaanite, the Hittite, the Perizzite, the Hivite, and the Jebusite.
12 Πρόσεχε σεαυτῷ, μή ποτε θῇς διαθήκην τοῖς ἐγκαθημένοις ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ εἰς αὐτὴν, μή σοι γένηται πρόσκομμα ἐν ὑμῖν. 12 Be careful, lest you make a covenant with the inhabitants of the land where you are going, lest it be for a snare among you;
13 Τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, καὶ τὰς στήλας αὐτῶν συντρίψετε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε ἐν πυρί. 13 but you shall break down their altars, and dash in pieces their pillars, and you shall cut down their Asherah poles;
14 Οὐ γὰρ μὴ προσκυνήσητε θεοῖς ἑτέροις· ὁ γὰρ Κύριος ὁ Θεὸς, ζηλωτὸν ὄνομα, Θεὸς ζηλωτής ἐστι. 14 for you shall worship no other god; for Yahweh, whose name is Jealous, is a jealous God.
15 Μή ποτε θῇς διαθήκην τοῖς ἔγκαθημένοις ἐπὶ τῆς γῆς, καὶ ἐκπορνεύσωσιν ὀπίσω τῶν θεῶν αὐτῶν, καὶ θύσωσι τοῖς θεοῖς αὐτῶν, καὶ καλέσωσίν σε, καὶ φάγῃς τῶν αὐτῶν, 15 “Don’t make a covenant with the inhabitants of the land, lest they play the prostitute after their gods, and sacrifice to their gods, and one call you and you eat of his sacrifice;
16 καὶ λάβῃς τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς σου, καὶ τῶν θυγατέρων σου δῷς τοῖς υἱοῖς αὐτῶν, καὶ ἐκπορνεύσωσιν αἱ θυγατέρες σου ὀπίσω τῶν θεῶν αὐτῶν, καὶ ἐκπορνεύσωσιν οἱ υἱοί σου ὀπίσω τῶν θεῶν αὐτῶν. 16 and you take of their daughters to your sons, and their daughters play the prostitute after their gods, and make your sons play the prostitute after their gods.
17 Καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ. 17 “You shall make no cast idols for yourselves.
18 Καὶ τὴν ἑσρτὴν τῶν ἀζύμων φυλάξῃ· ἑπτὰ ἡμέρας φαγῃ ἄζυμα, καθάπερ ἐντέταλμαί σοι, εἰς τὸν καιρὸν ἐν μηνὶ τῶν νέων· ἐν γὰρ μηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου. 18 “You shall keep the feast of unleavened bread. Seven days you shall eat unleavened bread, as I commanded you, at the time appointed in the month Abib; for in the month Abib you came out of Egypt.
19 Πᾶν διανοῖγον μήτραν, ἐμοὶ τὰ ἀρσενικὰ, πᾶν πρωτότοκον μόσχου, καὶ πρωτότοκον προβάτου. 19 “All that opens the womb is mine; and all your livestock that is male, the firstborn of cow and sheep.
20 Καὶ πρωτότοκον ὑποζυγίου λυτρώσῃ προβάτῳ· ἐὰν δὲ μὴ λυτρώσῃ αὐτὸ, τιμὴν δώσεις. πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσῃ· οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός. 20 You shall redeem the firstborn of a donkey with a lamb. If you will not redeem it, then you shall break its neck. You shall redeem all the firstborn of your sons. No one shall appear before me empty.
21 Ἓξ ἡμέρας ἐργᾷ, τῇ δὲ ἑβδόμῃ καταπαύσεις· τῷ σπόρῳ καὶ τῷ ἀμητῷ κατάπαυσις. 21 “Six days you shall work, but on the seventh day you shall rest: in plowing time and in harvest you shall rest.
22 Καὶ ἑορτὴν ἑβδομάδων ποιήσεις μοι, ἀρχὴν θερισμοῦ πυροῦ· καὶ ἐορτὴν συναγωγῆς μεσοῦντος τοῦ ἐνιαυτοῦ. 22 “You shall observe the feast of weeks with the first fruits of wheat harvest, and the feast of harvest at the year’s end.
23 Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον Κυρίου τοῦ Θεοῦ Ἰσραήλ. 23 Three times in the year all your males shall appear before the Lord Yahweh, the God of Israel.
24 Ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου, καὶ πλατυνῶ τὰ ὅριά σου, οὐκ ἐπιθυμήσει οὐδεὶς τῆς γῆς σου, ἡνίκα ἂν ἀναβαίνῃς ὀφθῆναι ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ. 24 For I will drive out nations before you and enlarge your borders; neither shall any man desire your land when you go up to appear before Yahweh, your God, three times in the year.
25 Οὐ σφάξεις ἐπὶ ζύμῃ αἷμα θυμιαμάτων μου, καὶ οὐ κοιμηθήσεται εἰς τὸ πρωῒ θύματα ἑορτῆς τοῦ πάσχα. 25 “You shall not offer the blood of my sacrifice with leavened bread. The sacrifice of the feast of the Passover shall not be left to the morning.
26 Τὰ πρωτογεννήματα τῆς γῆς σου θήσεις εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου· οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ. 26 “You shall bring the first of the first fruits of your ground to the house of Yahweh your God. “You shall not boil a young goat in its mother’s milk.”
27 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, γράψον σεαυτῷ τὰ ῥήματα ταῦτα· ἐπὶ γὰρ τῶν λόγων τούτων τέθειμαί σοι διαθήκην, καὶ τῷ Ἰσραήλ. 27 Yahweh said to Moses, “Write these words; for in accordance with these words I have made a covenant with you and with Israel.”
28 Καὶ ἦν ἐκεῖ Μωυσῆς ἐναντίον Κυρίου τεσσεράκοντα ἡμέρας, καὶ τεσσεράκοντα νύκτας· ἄρτον οὐκ ἔφαγε, καὶ ὕδωρ οὐκ ἔπιε· καὶ ἔγραψεν ἐπὶ τῶν πλακῶν τὰ ῥήματα ταῦτα τῆς διαθήκης, τοὺς δέκα λόγους. 28 He was there with Yahweh forty days and forty nights; he neither ate bread, nor drank water. He wrote on the tablets the words of the covenant, the ten commandments.
29 Ὡς δὲ κατέβαινε Μωυσῆς ἐκ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες ἐπὶ τῶν χειρῶν Μωυσῆ· καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους, Μωυσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. 29 When Moses came down from Mount Sinai with the two tablets of the covenant in Moses’ hand, when he came down from the mountain, Moses didn’t know that the skin of his face shone by reason of his speaking with him.
30 Καὶ εἶδεν Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ τὸν Μωυσῆν, καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρώματος τοῦ προσώπου αὐτοῦ. καὶ ἐφοβήθησαν ἐγγίσαι αὐτῷ. 30 When Aaron and all the children of Israel saw Moses, behold, the skin of his face shone; and they were afraid to come near him.
31 Καὶ ἐκάλεσεν αὐτοὺς Μωυσῆς, καὶ ἐπεστράφησαν πρὸς αὐτὸν Ἀαρὼν καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς· καὶ ἐλάλησεν αὐτοῖς Μωυσῆς. 31 Moses called to them, and Aaron and all the rulers of the congregation returned to him; and Moses spoke to them.
32 Καὶ μετὰ ταῦτα προσῆλθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Ἰσραήλ. καὶ ἐνετείλατο αὐτοῖς πάντα, ὅσα ἐνετείλατο Κύριος πρὸς αὐτὸν ἐν τῷ ὄρει Σινά. 32 Afterward all the children of Israel came near, and he gave them all the commandments that Yahweh had spoken with him on Mount Sinai.
33 Καὶ ἐπειδὴ κατέπαυσε λαλῶν πρὸς αὐτοὺς, ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα. 33 When Moses was done speaking with them, he put a veil on his face.
34 Ἡνίκα δʼ ἂν εἰσεπορεύετο Μωυσῆς, ἔναντι Κυρίου λαλεῖν αὐτῷ, περιῃρεῖτο τὸ κάλυμμα ἕως τοῦ ἐκπορεύεσθαι· καὶ ἐξελθὼν ἐλάλει πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ ὅσα ἐνετείλατο αὐτῷ Κύριος. 34 But when Moses went in before Yahweh to speak with him, he took the veil off, until he came out; and he came out, and spoke to the children of Israel that which he was commanded.
35 Καὶ εἶδον οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον Μωυσέως, ὅτι δεδόξασται· καὶ περιέθηκε Μωυσῆς κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, ἕως ἂν εἰσέλθῃ συλλαλεῖν αὐτῷ. 35 The children of Israel saw Moses’ face, that the skin of Moses’ face shone; so Moses put the veil on his face again, until he went in to speak with him.