Skip to the text

Jeremiah · Brenton's Greek Septuagint

Jeremiah 4 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἐὰν ἐπιστραφῇ Ἰσραὴλ, λέγει Κύριος, πρὸς μὲ, ἐπιστραφήσεται· καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ, 2 καὶ ὀμόσῃ, ζῇ Κύριος, μετὰ ἀληθείας ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσι τῷ Θεῷ ἐν Ἰερουσαλήμ. 3 Ὅτι τάδε λέγει Κύριος τοῖς ἀνδράσιν Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπʼ ἀκάνθαις. 4 Περιτμήθητε τῷ Θεῷ ὑμῶν, καὶ περιτέμεσθε τὴν σκληροκαρδίαν ὑμῶν ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου, καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων, ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν. 5 Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ, καὶ ἀκουσθήτω ἐν Ἱερουσαλήμ· εἴπατε, σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι, κεκράξατε μέγα· εἴπατε, συνάχθητε, καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις. 6 Ἀναλαβόντες φεύγετε εἰς Σιών· σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ Βοῤῥα, καὶ συντριβὴν μεγάλην. 7 Ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῇρε, καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν εἰς ἐρήμωσιν· καὶ αἱ πόλεις καθαιρεθήσονται, παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς. 8 Ἐπὶ τούτοις περιζώσασθε σάκκους, καὶ κόπτεσθε, καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράφη ὁ θυμὸς Κυρίου ἀφʼ ὑμῶν. 9 Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως, καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται. 10 Καὶ εἶπα, ὦ δέσποτα Κύριε, ἆρά γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ἱερουσαλὴμ, λέγων, εἰρήνη ἔσται, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν. 11 Ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσι τῷ λαῷ τούτῳ καὶ τῇ Ἱερουσαλὴμ, πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου, οὐκ εἰς καθαρὸν, οὐδʼ εἰς ἅγιον. 12 Πνεῦμα πληρώσεως ἥξει μοι· νῦν δὲ ἐγὼ λαλῶ κρίματά μου πρὸς αὐτούς. 13 Ἰδοὺ ὡς νεφέλη ἀναβήσεται, καὶ ὡς καταιγὶς τὰ ἄρματα αὐτοῦ, κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν. 14 Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου Ἱερουσαλὴμ, ἵνα σωθῇς· ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου; 15 Διότι φωνὴ ἀγγέλλοντος ἐκ Δὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Ἐφραίμ. 16 Ἀναμνήσατε ἔθνη, ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν Ἱερουσαλὴμ, συστροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν, καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ἰούδα φωνὴν αὐτῶν. 17 Ὡς φυλάσσοντες ἀγρὸν, ἐγένοντο ἐπʼ αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος. 18 Αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρὰ, ὅτι ἥψατο ἕως τῆς καρδίας σου. 19 Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου, μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου· οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου 20 καὶ ταλαιπωρίας συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκε πᾶσα ἡ γῆ, ἄφνω τεταλαιπώρηκεν ἡ σκηνὴ, διεσπάσθησαν αἱ δέῤῥεις μου. 21 Ἕως πότε ὄψομαι φεύγοντας ἀκούων φωνὴν σαλπίγγων; 22 Διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν· υἱοὶ ἄφρονές εἰσι καὶ οὐ συνετοὶ, σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν. 23 Ἐπέβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐθὲν, καὶ εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ. 24 Εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους. 25 Ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο. 26 Εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ προσώπου ὀργῆς θυμοῦ αὐτοῦ ἠφανίσθησαν. 27 Τάδε λέγει Κύριος, ἔρημος ἔσται πᾶσα ἡ γῆ, συντέλειαν δὲ οὐ μὴ ποιήσω. 28 Ἐπὶ τούτοις πενθείτω ἡ γῆ, καὶ συσκοτασάτω ὁ οὐρανὸς ἄνωθεν· διότι ἐλάλησα, καὶ οὐ μετανοήσω, ὥρμησα, καὶ οὐκ ἀποστρέψω ἀπʼ αὐτῆς. 29 Ἀπὸ φωνῆς ἱππέως, καὶ ἐντεταμένου τόξου ἀνεχώρησε πᾶσα ἡ χώρα· εἰσέδυσαν εἴς τὰ σπήλαια, καὶ εἰς τὰ ἄλση ἐκρύβησαν, καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν· πᾶσα πόλις ἐγκατελείφθη, οὐ κατῴκει ἐν αὐταῖς ἄνθρωπος. 30 Καὶ σὺ τί ποιήσεις; ἐὰν περιβάλῃ κόκκινον, καὶ κοσμήσῃ κόσμῳ χρυσῷ· ἐὰν ἐγχρίσῃ στίβι τοὺς ὀφθαλμούς σου, εἰς μάταιον ὡραϊσμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχήν σου ζητοῦσιν. 31 Ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα τοῦ στεναγμοῦ σου, ὡς πρωτοτοκούσης· φωνὴ θυγατρὸς Σιὼν ἐκλυθήσεται, καὶ παρήσει τὰς χεῖρας αὐτῆς· οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.

Cross references (31)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Joel 2:12; Jeremiah 3:22; Ezekiel 43:9; Genesis 35:2; Jeremiah 3:1
  2. 2 Isaiah 65:16; Genesis 22:18; Jeremiah 9:24; 1 Corinthians 1:31; 2 Corinthians 10:17
  3. 3 Hosea 10:12; Luke 8:14; Luke 8:7; Galatians 6:7–8; Mark 4:18–19
  4. 4 Deuteronomy 10:16; Romans 2:28–29; Deuteronomy 30:6; Colossians 2:11; Jeremiah 9:26
  5. 5 Jeremiah 8:14; Joshua 10:20; Jeremiah 6:1; Hosea 8:1; Amos 3:6
  6. 6 Jeremiah 50:2; Jeremiah 1:13–15; Jeremiah 51:27; Jeremiah 6:22; Jeremiah 4:21
  7. 7 Isaiah 6:11; Ezekiel 26:7–10; Isaiah 1:7; Jeremiah 2:15; Jeremiah 5:6
  8. 8 Jeremiah 6:26; Isaiah 22:12; Isaiah 10:4; Isaiah 5:25; Isaiah 32:11
  9. 9 Isaiah 22:3–5; Isaiah 29:9–10; Ezekiel 13:9–16; Isaiah 19:16; Jeremiah 37:19
  10. 10 Jeremiah 5:12; 2 Thessalonians 2:9–12; Isaiah 37:35; Jeremiah 14:13–14; Romans 1:28
  11. 11 Hosea 13:15; Ezekiel 17:10; Isaiah 41:16; Luke 3:17; Jeremiah 8:19
  12. 12 Jeremiah 1:16; Ezekiel 5:8; Ezekiel 6:11–13; Ezekiel 7:8–9
  13. 13 Isaiah 19:1; Isaiah 66:15; Lamentations 4:19; Habakkuk 1:8; Isaiah 5:28
  14. 14 James 4:8; Isaiah 55:7; Acts 8:22; Romans 1:21; Luke 11:39
  15. 15 Jeremiah 8:16; Judges 18:29; Joshua 17:15; Joshua 20:7; Jeremiah 6:1
  16. 16 Ezekiel 21:22; Jeremiah 5:15; Isaiah 39:3; Jeremiah 2:15; Jeremiah 31:10
  17. 17 Jeremiah 5:23; 2 Kings 25:1–4; Ezekiel 2:3–7; Luke 19:43–44; Isaiah 30:9
  18. 18 Psalm 107:17; Jeremiah 2:19; Jeremiah 2:17; Proverbs 1:31; Jeremiah 6:19
  19. 19 Habakkuk 3:16; Isaiah 22:4; Isaiah 16:11; Jeremiah 9:1; Jeremiah 9:10
  20. 20 Psalm 42:7; Joel 1:15; 2 Thessalonians 1:9; Ezekiel 7:25–26; Matthew 10:28
  21. 21 2 Chronicles 36:6–7; 2 Chronicles 35:25; 2 Chronicles 36:10; Jeremiah 4:5–6; 2 Chronicles 36:3
  22. 22 1 Corinthians 14:20; Romans 16:19; Jeremiah 5:21; Romans 3:11; Hosea 4:6
  23. 23 Matthew 24:29; Mark 13:24–25; Joel 3:15–16; Isaiah 13:10; Genesis 1:2
  24. 24 Ezekiel 38:20; Isaiah 5:25; Jeremiah 10:10; Nahum 1:5–6; Judges 5:4–5
  25. 25 Zephaniah 1:2–3; Jeremiah 12:4; Jeremiah 9:10; Hosea 4:3
  26. 26 Psalm 107:34; Micah 3:12; Jeremiah 14:2–6; Isaiah 7:20–25; Jeremiah 12:4
  27. 27 Jeremiah 46:28; Jeremiah 5:18; Jeremiah 5:10; Jeremiah 30:11; Romans 9:27–29
  28. 28 Numbers 23:19; Jeremiah 12:4; Isaiah 50:3; Hosea 4:3; Joel 2:30–31
  29. 29 Isaiah 2:19–21; Jeremiah 4:7; Revelation 6:15–17; Isaiah 30:17; Jeremiah 39:4–6
  30. 30 Lamentations 1:2; 2 Kings 9:30; Lamentations 1:19; Isaiah 10:3; Ezekiel 16:36–41
  31. 31 Isaiah 1:15; Lamentations 1:17; Jeremiah 13:21; Jeremiah 18:21; Lamentations 2:21

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 4:22 Irenaeus of Lyons, Against Heresies (Book IV, Preface)

    … fatherless, and negligent of the cause of the widows." And Jeremiah, in like manner: "They," he says, "who rule my people did not know me; they are senseless and imprudent children; they are wise to do evil, but to do well they have no knowledge."

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)