1 Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς οἱ ἱερεῖς. 2 Ἐὰν μὴ ἀκούσητε, καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν, τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει Κύριος παντοκράτωρ· καὶ ἐξαποστελῶ ἐφʼ ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν, καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν. 3 Ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον, καὶ σκορπιῶ ἔνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἔνυστρον ἑορτῶν, ὑμῶν, καὶ λήψομαι ὑμᾶς εἰς τὸ αὐτό· 4 Καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευίτας, λέγει Κύριος παντοκράτωρ. 5 Ἡ διαθήκη μου ἦν μετʼ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν· 6 νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετʼ ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. 7 Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν. 8 Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ, καὶ ἠσθενήσατε πολλοὺς ἐν νόμῳ, διεφθείρατε τὴν διαθήκην τοῦ Λευὶ, λέγει Κύριος παντοκράτωρ. 9 Κᾀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ ἀπεῤῥιμμένους εἰς πάντα τὰ ἔθνη, ἀνθʼ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου, ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ. 10 Οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν; 11 Ἐνκατελείφθη Ἰούδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ἰσραὴλ καὶ ἐν Ἱερουσαλὴμ, διότι ἐβεβήλωσεν Ἰούδας τὰ ἅγια Κυρίου, ἐν οἷς ἠγάπησε, καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους. 12 Ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, καὶ ἐκ προσαγόντων θυσίαν τῷ κυρίῳ παντοκράτορι. 13 Καὶ ταῦτα, ἃ ἔμισουν, ἐποιεῖτε· ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριον Κυρίου, καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων· ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν, ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν; 14 Καὶ εἴπατε, ἕνεκεν τίνος; ὅτι Κύριος διεμαρτύρατο ἀναμέσον σου, καὶ ἀναμέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες, καὶ αὕτη κοινωνός σου, καὶ γυνὴ διαθήκης σου. 15 Καὶ οὐ καλὸν ἐποίησε; καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ· καὶ εἴπατε, τί ἄλλο ἢ σπέρμα ζητεῖ ὁ Θεός; καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς. 16 Ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς, λέγει Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου, λέγει Κύριος παντοκράτωρ. καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ οὐ μὴ ἐγκαταλίπητε 17 οἱ παροξύναντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶν· καὶ εἴπατε, ἐν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς, πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησε, καί ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;
Malachi · Brenton's Greek Septuagint
Malachi 2 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (17)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Hosea 5:1; Jeremiah 13:13; Malachi 1:6; Lamentations 4:13
- 2 Luke 17:18; Revelation 14:7; Psalm 81:11–12; Psalm 69:22; 1 Peter 4:11
- 3 Nahum 3:6; Malachi 2:9; Joel 1:17; 1 Kings 14:10; Exodus 29:14
- 4 Numbers 3:12; Ezekiel 38:23; Ezekiel 44:9–16; Luke 10:11; Matthew 3:12
- 5 Numbers 25:12–13; Ezekiel 37:26; Ezekiel 34:25; Numbers 16:9–10; Exodus 32:26–29
- 6 Daniel 12:3; 2 Timothy 2:15–16; Revelation 14:5; Jeremiah 23:22; James 5:19–20
- 7 2 Timothy 2:24–25; Leviticus 10:11; Deuteronomy 21:5; 2 Corinthians 5:20; 1 Thessalonians 4:8
- 8 Nehemiah 13:29; Jeremiah 18:15; Jeremiah 17:5; Ezekiel 44:10; Isaiah 30:11
- 9 Deuteronomy 1:17; 1 Samuel 2:30; Luke 11:42; Galatians 2:6; Matthew 19:17–18
- 10 Psalm 100:3; Malachi 2:11; 1 Corinthians 8:6; Ephesians 4:6; Isaiah 63:16
- 11 2 Corinthians 6:14–18; Ezra 9:1–2; 1 Kings 11:1–8; Deuteronomy 7:3–6; Nehemiah 13:23–29
- 12 Malachi 2:10; Ezra 10:18–19; 1 Samuel 15:22–23; Leviticus 20:3; Numbers 15:30–31
- 13 Isaiah 1:11–15; Jeremiah 14:12; Psalm 78:34–37; 2 Samuel 13:19–20; Deuteronomy 15:9
- 14 Malachi 2:15; Ecclesiastes 9:9; Isaiah 54:6; Genesis 31:50; Malachi 3:5
- 15 Matthew 19:4–6; Mark 10:6–8; Malachi 2:14; Genesis 2:20–24; Genesis 1:27
- 16 Matthew 19:3–9; Matthew 5:31–32; Mark 10:2–12; Luke 16:18; Proverbs 28:13
- 17 Isaiah 43:24; 2 Peter 3:3–4; Zephaniah 1:12; Isaiah 30:18; Ecclesiastes 8:11
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
For the Priest's lips shall keep knowledge, and they shall seek the law at His mouth: for He is the Angel of the Lord Almighty." Nor is it to be wondered at that Christ Jesus is called the Angel of the Almighty God.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
Touching whom also the prophet saith, "Ye covered my altar with tears." Christ is not willing to be fed by covetousness, He accepts not this food.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
For he had previously cited some similar expressions of those who said, "Every one that doeth evil is good in the sight of the Lord, and such are pleasing to Him." It was, I say, by understanding the law of Moses carnally that they had come to murmur thus against God.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)