1 Καὶ μετὰ ταῦτα εἰσῆλθε Μωυσῆς καὶ Ἀαρὼν πρὸς Φαραὼ, καὶ εἶπαν αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ. 2 Καὶ εἶπε Φαραὼ, τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ; οὐκ οἶδα τὸν Κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω. 3 Καὶ λέγουσιν αὐτῷ, ὁ Θεὸς τῶν Ἐβραίων προσκέκληται ἡμᾶς· πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ὅπως θύσωμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, μή ποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος. 4 Καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου, ἱνατί Μωυσῆς καὶ Ἀαρών διαστρέφετε τὸν λαὸν ἀπὸ τῶν ἔργων; ἀπέλθατε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ. 5 Καὶ εἶπεν Φαραὼ, ἰδοὺ νῦν πολυπληθεῖ ὁ λαὸς, μὴ οὖν καταπαύσωμεν αὐτοὺς ἀπὸ τῶν ἔργων. 6 Συνέταξε δὲ Φαραὼ τοῖς ἐργοδιώκταις τοῦ λαοῦ, καὶ τοῖς γραμματεῦσι, λέγων, 7 οὐκέτι προστεθήσεσθε διδόναι ἄχυρον τῷ λαῷ εἰς τὴν πλινθουργίαν, καθάπερ χθὲς καὶ τρίτην ἡμέραν· ἀλλ αὐτοὶ πορευέσθωσαν καὶ συναγαγέτωσαν ἑαυτοῖς ἄχυρα. 8 Καὶ τὴν σύνταξιν τῆς πλινθείας, ἧς αὐτοὶ ποιοῦσι, καθʼ ἑκάστην ἡμέραν ἐπιβαλεῖς αὐτοῖς· οὐκ ἀφελεῖς οὐδέν· σχολάζουσι γάρ· διὰ τοῦτο κεκράγασι, λέγοντες, ἐγερθῶμεν, καὶ θύσωμεν τῷ Θεῷ ἡμῶν. 9 Βαρυνέσθω τὰ ἔργα τῶν ἀνθρώπων τούτων, καὶ μεριμνάτωσαν ταῦτα, καὶ μὴ μεριμνάτωσαν ἐν λόγοις κενοῖς. 10 Κατέσπευδον δὲ αὐτοὺς οἱ ἐργοδιῶκται καὶ οἱ γραμματεῖς, καὶ ἔλεγον πρὸς τὸν λαὸν, λέγοντες, τάδε λέγει Φαραὼ, οὐκέτι δίδωμι ὑμῖν ἄχυρα. 11 Αὐτοὶ ὑμεῖς πορευόμενοι συλλέγετε ἑαυτοῖς ἄχυρα, ὅθεν ἐὰν εὕρητε· οὐ γὰρ ἀφαιρεῖται ἀπὸ τῆς συντάξεως ὑμῶν οὐθέν. 12 Καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλῃ γῇ Αἰγύπτῳ συναγαγεῖν καλάμην εἰς ἄχυρα. 13 Οἱ δὲ ἐργοδιῶκται κατέσπευδον αὐτοὺς, λέγοντες, συντελεῖτε τὰ ἔργα τὰ καθήκοντα καθʼ ἡμέραν, καθάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑμῖν. 14 Καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν Ἰσραὴλ, οἱ κατασταθέντες ἐπʼ αὐτοὺς, ὑπὸ τῶν ἐπιστατῶν τοῦ Φαραὼ, λέγοντες, διατί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινθείας καθάπερ χθὲς καὶ τρίτην ἡμέραν, καὶ τὸ τῆς σήμερον; 15 Εἰσελθόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ἰσραὴλ κατεβόησαν πρὸς Φαραὼ, λέγοντες, ἱνατί σὺ οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις; 16 Ἄχυρον οὐ δίδοται τοῖς οἰκέταις σου, καὶ τὴν πλίνθον ἡμῖν λέγουσι ποιεῖν· καὶ ἰδοὺ οἱ παῖδές σου μεμαστίγωνται, ἀδικήσεις οὖν τὸν λαόν σου. 17 Καὶ εἶπεν αὐτοῖς, σχολάζετε, σχολασταί ἐστε· διὰ τοῦτο λέγετε, πορευθῶμεν, θύσωμεν τῷ Θεῷ ἡμῶν. 18 Νῦν οὖν πορευθέντες, ἐργάζεσθε· τὸ γὰρ ἄχυρον οὐ δοθήσεται ὑμῖν, καὶ τὴν σύνταξιν τῆς πλινθείας ἀποδώσετε. 19 Ἑώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ἰσραὴλ ἑαυτοὺς ἐν κακοῖς, λέγοντες, οὐκ ἀπολείψετε τῆς πλινθείας τὸ καθῆκον τῇ ἡμέρᾳ. 20 Συνήντησαν δὲ Μωυσῇ καὶ Ἀαρὼν ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς, ἐκπορευομένων αὐτῶν ἀπὸ Φαραώ, 21 Καὶ εἶπαν αὐτοῖς, ἴδοι ὁ Θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραὼ, καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ, ἀποκτεῖναι ἡμᾶς. 22 Ἐπέστρεψε δὲ Μωυσῆς πρὸς Κύριον, καὶ εἶπε, δέομαι, Κύριε· τί ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἱνατί ἀπέσταλκάς με; 23 Καὶ ἀφʼ οὗ πεπόρευμαι πρὸς Φαραὼ, λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαὸν τοῦτον· καὶ οὐκ ἐῤῥύσω τὸν λαόν σου.
Exodus · Brenton's Greek Septuagint
Exodus 5 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Aaron
Moses' brother and spokesman, Israel's first high priest.
Cited in the guide: Exodus 4–40; Leviticus 8–10
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (19)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Exodus 10:9; Acts 4:29; 1 Corinthians 5:8; Ezekiel 2:6; Matthew 10:28
- 2 Exodus 3:19; Job 21:15; 2 Kings 18:35; 2 Thessalonians 1:8; Romans 1:28
- 3 Exodus 3:18; 2 Kings 17:25; 2 Chronicles 30:8; Deuteronomy 28:21; Zechariah 14:16–19
- 4 Exodus 1:11; Amos 7:10; Acts 24:5; Luke 23:2; Jeremiah 38:4
- 5 Proverbs 14:28; Exodus 1:7–11
- 6 Exodus 5:19; Exodus 5:10; Joshua 8:33; 2 Chronicles 26:11; Joshua 24:4
- 7 Genesis 24:25; Judges 19:19
- 8 Psalm 106:41
- 9 Ephesians 5:6; Malachi 3:14; Zechariah 1:6; 2 Kings 18:20; Job 16:3
- 10 Exodus 1:11; Proverbs 29:12; Exodus 3:7
- 11 Exodus 5:13–14
- 12 Obadiah 18; Nahum 1:10; Exodus 15:7; 1 Corinthians 3:12; Joel 2:5
- 14 Isaiah 10:24
- 17 Exodus 5:8; John 6:27; Matthew 26:8; 2 Thessalonians 3:10–11
- 18 Daniel 2:9–13; Ezekiel 18:18
- 19 Ecclesiastes 5:8; Ecclesiastes 4:1; Deuteronomy 32:36
- 21 Genesis 34:30; 2 Samuel 10:6; Exodus 6:9; Genesis 16:5; 1 Samuel 27:12
- 22 Jeremiah 20:7; 1 Kings 19:10; Numbers 11:14–15; 1 Kings 19:4; Numbers 11:11
- 23 Jeremiah 11:21; Psalm 118:26; Hebrews 10:36–37; Isaiah 26:17–18; Isaiah 28:16
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
This abased Pharaoh. For, "I know not," he saith, "the Lord," and he became inferior to flies and frogs, and the locusts, and after that with his very arms and horses was he drowned in the sea.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)