Skip to the text

Ezekiel · Brenton's Greek Septuagint

Ezekiel 6 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 2 υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ προφήτευσον ἐπʼ αὐτὰ, 3 καὶ ἐρεῖς, Τὰ ὄρη Ἰσραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξι καὶ ταῖς νάπαις, ἰδοὺ ἐγὼ ἐπάγω ἐφʼ ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν. 4 Καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμῶν, καὶ τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν, 5 καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν, 6 καὶ ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν· αἱ πόλεις ἐξερημωθήσονται, καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται, ὅπως ἐξολοθρευθῇ τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσονται τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν· 7 Καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. 8 Ἐν τῷ γενέσθαι ἐξ ὑμῶν ἀνασωζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσι, καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις, 9 καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ· ὀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπʼ ἐμοῦ, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν· καὶ κόψονται πρόσωπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν· 10 Καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος λελάληκα. 11 Τάδε λέγει Κύριος, κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ ποδὶ, καὶ εἰπὸν, εὖγε εὖγε, ἐπὶ πᾶσι τοῖς βδελύγμασιν οἴκου Ἰσραήλ· ἐν ῥομφαίᾳ καὶ ἑν θανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται. 12 Ὁ ἐγγὺς ἐν ῥομφαίᾳ πεσεῖται, ὁ δὲ μακρὰν ἐν θανάτῳ τελευτήσει· καὶ ὁ περιεχόμενος ἐν λιμῷ συντελεσθήσεται· καὶ συντελέσω τὴν ὀργήν μου ἐπʼ αὐτούς. 13 Καὶ γνώσεσθε διότι ἐγὼ Κύριος, ἐν τῷ εἶναι τοὺς τραυματίας ὑμῶν ἐν μέσῳ τῶν εἰδώλων ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν· ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω δένδρου συσκίου, οὗ ἔδωκαν ἐκεῖ ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὐτῶν. 14 Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπʼ αὐτούς, καὶ θήσομαι τὴν γῆν εἰς ἀφανισμὸν καὶ εἰς ὄλεθρον ἀπὸ τῆς ἐρήμου Δεβλαθὰ ἐκ πάσης τῆς κατοικεσίας αὐτῶν· ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.

Cross references (13)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 2 Ezekiel 19:9; Ezekiel 37:22; Ezekiel 13:17; Ezekiel 36:1; Ezekiel 34:14
  2. 3 Leviticus 26:30; Ezekiel 36:1–4; Jeremiah 3:23; Jeremiah 2:20; Isaiah 27:9
  3. 4 2 Chronicles 14:5; Leviticus 26:30; 2 Chronicles 34:4–5; 2 Kings 23:14; 1 Kings 13:2
  4. 5 Jeremiah 8:1–2; 2 Kings 23:16; 2 Kings 23:14
  5. 6 Isaiah 6:11; Micah 1:7; Ezekiel 5:14; Zechariah 13:2; Leviticus 26:30
  6. 7 Ezekiel 20:38; Exodus 14:4; Ezekiel 12:15; Ezekiel 20:42; Jeremiah 25:33
  7. 8 Ezekiel 14:22; Isaiah 6:13; Ezekiel 12:16; Jeremiah 44:14; Jeremiah 30:11
  8. 9 Ezekiel 20:43; Isaiah 7:13; Psalm 78:40; Job 42:6; Isaiah 43:24
  9. 10 Jeremiah 5:12–14; Jeremiah 44:28; Ezekiel 6:7; Zechariah 1:6; Daniel 9:12
  10. 11 Ezekiel 5:12; Ezekiel 21:14–17; Jeremiah 24:10; Ezekiel 25:6; Ezekiel 9:4
  11. 12 Ezekiel 5:13; Lamentations 4:11; Lamentations 4:22; Daniel 9:7; Isaiah 40:2
  12. 13 Ezekiel 20:28; Hosea 4:13; Jeremiah 2:20; 1 Kings 14:23; Isaiah 57:5–7
  13. 14 Isaiah 5:25; Ezekiel 20:33–34; Isaiah 9:12; Jeremiah 48:22; Isaiah 10:4

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences