Skip to the text

Jeremiah · Brenton's Greek Septuagint

Jeremiah 4 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

Jeremiah is not in PT1904.

LXX Brenton's Greek Septuagint
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 Ἐὰν ἐπιστραφῇ Ἰσραὴλ, λέγει Κύριος, πρὸς μὲ, ἐπιστραφήσεται· καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ,
·
2 καὶ ὀμόσῃ, ζῇ Κύριος, μετὰ ἀληθείας ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσι τῷ Θεῷ ἐν Ἰερουσαλήμ.
·
3 Ὅτι τάδε λέγει Κύριος τοῖς ἀνδράσιν Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπʼ ἀκάνθαις.
·
4 Περιτμήθητε τῷ Θεῷ ὑμῶν, καὶ περιτέμεσθε τὴν σκληροκαρδίαν ὑμῶν ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου, καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων, ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν.
·
5 Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ, καὶ ἀκουσθήτω ἐν Ἱερουσαλήμ· εἴπατε, σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι, κεκράξατε μέγα· εἴπατε, συνάχθητε, καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις.
·
6 Ἀναλαβόντες φεύγετε εἰς Σιών· σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ Βοῤῥα, καὶ συντριβὴν μεγάλην.
·
7 Ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῇρε, καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν εἰς ἐρήμωσιν· καὶ αἱ πόλεις καθαιρεθήσονται, παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς.
·
8 Ἐπὶ τούτοις περιζώσασθε σάκκους, καὶ κόπτεσθε, καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράφη ὁ θυμὸς Κυρίου ἀφʼ ὑμῶν.
·
9 Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως, καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται.
·
10 Καὶ εἶπα, ὦ δέσποτα Κύριε, ἆρά γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ἱερουσαλὴμ, λέγων, εἰρήνη ἔσται, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν.
·
11 Ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσι τῷ λαῷ τούτῳ καὶ τῇ Ἱερουσαλὴμ, πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου, οὐκ εἰς καθαρὸν, οὐδʼ εἰς ἅγιον.
·
12 Πνεῦμα πληρώσεως ἥξει μοι· νῦν δὲ ἐγὼ λαλῶ κρίματά μου πρὸς αὐτούς.
·
13 Ἰδοὺ ὡς νεφέλη ἀναβήσεται, καὶ ὡς καταιγὶς τὰ ἄρματα αὐτοῦ, κουφότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν.
·
14 Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου Ἱερουσαλὴμ, ἵνα σωθῇς· ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου;
·
15 Διότι φωνὴ ἀγγέλλοντος ἐκ Δὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Ἐφραίμ.
·
16 Ἀναμνήσατε ἔθνη, ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν Ἱερουσαλὴμ, συστροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν, καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ἰούδα φωνὴν αὐτῶν.
·
17 Ὡς φυλάσσοντες ἀγρὸν, ἐγένοντο ἐπʼ αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος.
·
18 Αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρὰ, ὅτι ἥψατο ἕως τῆς καρδίας σου.
·
19 Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου, μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου· οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου
·
20 καὶ ταλαιπωρίας συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκε πᾶσα ἡ γῆ, ἄφνω τεταλαιπώρηκεν ἡ σκηνὴ, διεσπάσθησαν αἱ δέῤῥεις μου.
·
21 Ἕως πότε ὄψομαι φεύγοντας ἀκούων φωνὴν σαλπίγγων;
·
22 Διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν· υἱοὶ ἄφρονές εἰσι καὶ οὐ συνετοὶ, σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν.
·
23 Ἐπέβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐθὲν, καὶ εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ.
·
24 Εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους.
·
25 Ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο.
·
26 Εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ προσώπου ὀργῆς θυμοῦ αὐτοῦ ἠφανίσθησαν.
·
27 Τάδε λέγει Κύριος, ἔρημος ἔσται πᾶσα ἡ γῆ, συντέλειαν δὲ οὐ μὴ ποιήσω.
·
28 Ἐπὶ τούτοις πενθείτω ἡ γῆ, καὶ συσκοτασάτω ὁ οὐρανὸς ἄνωθεν· διότι ἐλάλησα, καὶ οὐ μετανοήσω, ὥρμησα, καὶ οὐκ ἀποστρέψω ἀπʼ αὐτῆς.
·
29 Ἀπὸ φωνῆς ἱππέως, καὶ ἐντεταμένου τόξου ἀνεχώρησε πᾶσα ἡ χώρα· εἰσέδυσαν εἴς τὰ σπήλαια, καὶ εἰς τὰ ἄλση ἐκρύβησαν, καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν· πᾶσα πόλις ἐγκατελείφθη, οὐ κατῴκει ἐν αὐταῖς ἄνθρωπος.
·
30 Καὶ σὺ τί ποιήσεις; ἐὰν περιβάλῃ κόκκινον, καὶ κοσμήσῃ κόσμῳ χρυσῷ· ἐὰν ἐγχρίσῃ στίβι τοὺς ὀφθαλμούς σου, εἰς μάταιον ὡραϊσμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχήν σου ζητοῦσιν.
·
31 Ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα τοῦ στεναγμοῦ σου, ὡς πρωτοτοκούσης· φωνὴ θυγατρὸς Σιὼν ἐκλυθήσεται, καὶ παρήσει τὰς χεῖρας αὐτῆς· οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.
·
Cross references (31)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Joel 2:12; Jeremiah 3:22; Ezekiel 43:9; Genesis 35:2; Jeremiah 3:1
  2. 2 Isaiah 65:16; Genesis 22:18; Jeremiah 9:24; 1 Corinthians 1:31; 2 Corinthians 10:17
  3. 3 Hosea 10:12; Luke 8:14; Luke 8:7; Galatians 6:7–8; Mark 4:18–19
  4. 4 Deuteronomy 10:16; Romans 2:28–29; Deuteronomy 30:6; Colossians 2:11; Jeremiah 9:26
  5. 5 Jeremiah 8:14; Joshua 10:20; Jeremiah 6:1; Hosea 8:1; Amos 3:6
  6. 6 Jeremiah 50:2; Jeremiah 1:13–15; Jeremiah 51:27; Jeremiah 6:22; Jeremiah 4:21
  7. 7 Isaiah 6:11; Ezekiel 26:7–10; Isaiah 1:7; Jeremiah 2:15; Jeremiah 5:6
  8. 8 Jeremiah 6:26; Isaiah 22:12; Isaiah 10:4; Isaiah 5:25; Isaiah 32:11
  9. 9 Isaiah 22:3–5; Isaiah 29:9–10; Ezekiel 13:9–16; Isaiah 19:16; Jeremiah 37:19
  10. 10 Jeremiah 5:12; 2 Thessalonians 2:9–12; Isaiah 37:35; Jeremiah 14:13–14; Romans 1:28
  11. 11 Hosea 13:15; Ezekiel 17:10; Isaiah 41:16; Luke 3:17; Jeremiah 8:19
  12. 12 Jeremiah 1:16; Ezekiel 5:8; Ezekiel 6:11–13; Ezekiel 7:8–9
  13. 13 Isaiah 19:1; Isaiah 66:15; Lamentations 4:19; Habakkuk 1:8; Isaiah 5:28
  14. 14 James 4:8; Isaiah 55:7; Acts 8:22; Romans 1:21; Luke 11:39
  15. 15 Jeremiah 8:16; Judges 18:29; Joshua 17:15; Joshua 20:7; Jeremiah 6:1
  16. 16 Ezekiel 21:22; Jeremiah 5:15; Isaiah 39:3; Jeremiah 2:15; Jeremiah 31:10
  17. 17 Jeremiah 5:23; 2 Kings 25:1–4; Ezekiel 2:3–7; Luke 19:43–44; Isaiah 30:9
  18. 18 Psalm 107:17; Jeremiah 2:19; Jeremiah 2:17; Proverbs 1:31; Jeremiah 6:19
  19. 19 Habakkuk 3:16; Isaiah 22:4; Isaiah 16:11; Jeremiah 9:1; Jeremiah 9:10
  20. 20 Psalm 42:7; Joel 1:15; 2 Thessalonians 1:9; Ezekiel 7:25–26; Matthew 10:28
  21. 21 2 Chronicles 36:6–7; 2 Chronicles 35:25; 2 Chronicles 36:10; Jeremiah 4:5–6; 2 Chronicles 36:3
  22. 22 1 Corinthians 14:20; Romans 16:19; Jeremiah 5:21; Romans 3:11; Hosea 4:6
  23. 23 Matthew 24:29; Mark 13:24–25; Joel 3:15–16; Isaiah 13:10; Genesis 1:2
  24. 24 Ezekiel 38:20; Isaiah 5:25; Jeremiah 10:10; Nahum 1:5–6; Judges 5:4–5
  25. 25 Zephaniah 1:2–3; Jeremiah 12:4; Jeremiah 9:10; Hosea 4:3
  26. 26 Psalm 107:34; Micah 3:12; Jeremiah 14:2–6; Isaiah 7:20–25; Jeremiah 12:4
  27. 27 Jeremiah 46:28; Jeremiah 5:18; Jeremiah 5:10; Jeremiah 30:11; Romans 9:27–29
  28. 28 Numbers 23:19; Jeremiah 12:4; Isaiah 50:3; Hosea 4:3; Joel 2:30–31
  29. 29 Isaiah 2:19–21; Jeremiah 4:7; Revelation 6:15–17; Isaiah 30:17; Jeremiah 39:4–6
  30. 30 Lamentations 1:2; 2 Kings 9:30; Lamentations 1:19; Isaiah 10:3; Ezekiel 16:36–41
  31. 31 Isaiah 1:15; Lamentations 1:17; Jeremiah 13:21; Jeremiah 18:21; Lamentations 2:21

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 4:22 Irenaeus of Lyons, Against Heresies (Book IV, Preface)

    … fatherless, and negligent of the cause of the widows." And Jeremiah, in like manner: "They," he says, "who rule my people did not know me; they are senseless and imprudent children; they are wise to do evil, but to do well they have no knowledge."

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)