1 Οὐχ ἐώρακας αὐτόν; οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; 2 Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; 3 Ἢ τίς ἀντιστήσεταί μοι, καὶ ὑπομενεῖ; εἰ πᾶσα ἡ ὑπʼ οὐρανὸν ἐμή ἐστιν, 4 Οὐ σιωπήσομαι διʼ αὐτόν· καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἶσον αὐτῷ. 5 Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; 6 Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος. 7 Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκεαι. σύνδεσμος δὲ αὐτοῦ, ὥσπερ σμυρίτης λίθος. 8 Εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν. 9 Ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται· συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν. 10 Ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος Ἑωσφόρου. 11 Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται ὡς λαμπάδες καιόμεναι, καὶ διαῤῥιπτοῦνται ἑς ἐσχάραι πυρός. 12 Ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. 13 Ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται· 14 Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια. 15 Σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· καταχέει ἐπʼ αὐτὸν, οὐ σαλευθήσεται. 16 Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. 17 Στραφέντος δὲ αὐτοῦ, φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις. 18 Ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσι, δόρυ, καὶ θώρακα. 19 Ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. 20 Οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκεον· ἥγηται μὲν πετροβόλον χόρτον. 21 Ὡς καλάμη ἐλογίσθησαν σφυρά, καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. 22 Ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπʼ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. 23 Ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον· ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον, 24 τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον εἰς περίπατον. 25 Οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ, πεποιημένον ἐκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου. 26 Πᾶν ὑψηλὸν ὁρᾷ· αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.
Job · Brenton's Greek Septuagint
Job 41 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (22)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Isaiah 27:1; Job 3:8; Psalm 74:14; Psalm 104:26
- 2 Isaiah 37:29; Ezekiel 29:4–5; 2 Kings 19:28; Isaiah 27:1
- 3 Proverbs 18:23; Isaiah 30:10; Proverbs 25:15; Proverbs 15:1; Psalm 55:21
- 4 Exodus 21:6; Deuteronomy 15:17; 1 Kings 20:31–34; Genesis 1:28; Psalm 8:5–6
- 5 Judges 16:25–30; Job 28:11
- 6 Judges 14:11
- 8 1 Kings 20:11; Luke 14:31–32; 2 Kings 10:4
- 9 Luke 21:11; 1 Samuel 3:11; Isaiah 28:19; Deuteronomy 28:34
- 10 Job 9:4; Jeremiah 12:5; Numbers 24:9; Job 3:8; 1 Corinthians 10:22
- 11 Romans 11:35; Psalm 24:1; 1 Chronicles 29:11–14; Job 35:7; Deuteronomy 10:14
- 12 Genesis 1:25
- 13 James 3:3; 2 Kings 19:28; Psalm 32:9
- 14 Ecclesiastes 12:4; Psalm 58:6; Daniel 7:7; Psalm 57:4; Job 38:10
- 15 Jeremiah 9:23; Revelation 5:2–3; Revelation 5:5
- 18 Job 3:9; Revelation 1:14
- 19 Psalm 18:8
- 20 Jeremiah 1:13–14
- 21 Psalm 18:8; Isaiah 30:33; Habakkuk 3:5; Psalm 18:12
- 22 Hosea 13:14; Job 40:16; 1 Corinthians 15:55–57; Job 39:19
- 24 Isaiah 48:4; Jeremiah 5:3; Zechariah 7:12
- 25 Jonah 1:4–6; Psalm 107:28
- 26 Job 39:21–24
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences