1 Νῦν δὲ ἄκουσον Ἰακὼβ ὁ παῖς μου, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην. 2 Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας, ἔτι βοηθηθήσῃ· μὴ φοβοῦ παῖς μου Ἰακὼβ, καὶ ἠγαπημένος Ἰσραὴλ ὃν ἐξελεξάμην. 3 Ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, 4 καὶ ἀνατελοῦσιν ὡς ἀναμέσον ὕδατος χόρτος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ. 5 Οὗτος ἐρεῖ, τοῦ Θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ· καὶ ἕτερος ἐπιγράψει χειρὶ αὐτοῦ, τοῦ Θεοῦ εἰμι, καὶ ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ βοήσεται. 6 Οὕτως λέγει ὁ Θεὸς ὁ βασιλεὺς Ἰσραὴλ, καὶ ῥυσάμενος αὐτὸν Θεὸς σαβαὼθ, ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. 7 Τίς ὥσπερ ἐγὼ; στήτω, καὶ καλεσάτω, καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι ἀφʼ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν. 8 Μὴ παρακαλύπτεσθε, μηδὲ πλανᾶσθε· οὐκ ἀπʼ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε, εἰ ἕστι Θεὸς πλὴν ἐμοῦ. 9 Καὶ οὐκ ἤκουσαν τότε οἱ πλάσσοντες· καὶ οἱ γλύφοντες, πάντες μάταιοι, ποιοῦντες τὰ καταθύμια αὐτῶν, ἃ οὐκ ὠφελήσει αὐτούς· ἀλλὰ αἰσχυνθήσονται 10 οἱ πλάσσοντες θεὸν, καὶ γλύφοντες πάντες ἀνωφελῆ, 11 καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες, καὶ στησάτωσαν ἅμα· καὶ ἐντραπήτωσαν, καὶ αἰσχυνθήτωσαν ἅμα· 12 Ὅτι ὤξυνε τέκτων σίδηρον· σκεπάρνῳ εἰργάσατο αὐτὸ, καὶ ἐν τερέτρῳ ἔστησεν αὐτὸ, καὶ εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ, καὶ πεινάσει, καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίῃ ὕδωρ. 13 Ἐκλεξάμενος τέκτων ξύλον, ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐῤῥύθμισεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ. 14 Ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσε Κύριος, πίτυν, καὶ ὑετὸς ἐμήκυνεν, 15 ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν· καὶ λαβῶν ἀπʼ αὐτοῦ, ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπʼ αὐτῶν· τὸ δὲ λοιπὸν εἰργάσαντο θεοὺς, καὶ προσκυνοῦσιν αὐτοῖς· 16 Οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ, καὶ ἐπὶ τοῦ ἡμίσους αὐτοῦ ἔπεψεν ἐν τοῖς ἄνθραξιν ἄρτους, καὶ ἐπʼ αὐτοῦ κρέας ὀπτήσας ἔφαγε, καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν, ἡδύ μοι, ὅτι ἐθερμάνθην, καὶ εἶδον πῦρ. 17 Τὸ δὲ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν, καὶ προσκυνεῖ, καὶ προσεύχεται λέγων, ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ. 18 Οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. 19 Καὶ οὐκ ἐλογίσατο τῇ ψυχῇ αὐτοῦ, οὐδὲ ἔγνω τῇ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέα ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε, καὶ προσκυνοῦσιν αὐτῷ. 20 Γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ· ἴδετε, οὐκ ἐρεῖτε, ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. 21 Μνήσθητι ταῦτα Ἰακὼβ καὶ Ἰσραὴλ, ὅτι παῖς μου εἶ σὺ, ἔπλασά σε παῖδά μου, καὶ σὺ Ἰσραὴλ μὴ ἐπιλανθάνου μοῦ. 22 Ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὴν ἁμαρτίαν σου· ἐπιστράφηθι πρὸς μὲ, καὶ λυτρώσομαί σε. 23 Εὐφράνθητε οὐρανοὶ, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν Ἰσραήλ· σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε ὄρη εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται. 24 Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ πλάσσων σε ἐκ κοιλίας, ἐγὼ Κύριος ὁ συντελῶν πάντα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. 25 Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας; ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, 26 καὶ ἱστῶν ῥὴμα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων· ὁ λέγων τῇ Ἱερουσαλὴμ, κατοικηθήσῃ, καὶ ταῖς πόλεσι τῆς Ἰδουμαίας, οἰκοδομηθήσεσθε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ· 27 Ὁ λέγων τῇ ἀβύσσῳ, ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· 28 Ὁ λέγων Κύρῳ φρονεῖν, καὶ πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων Ἱερουσαλὴμ, οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.
Isaías · Septuaginta griega de Brenton
Isaías 44 Septuaginta griega de Brenton
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (27)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Isaías 41:8; Romanos 11:5–6; Jeremías 30:10; Salmo 105:6; Hebreos 3:7–8
- 2 Jeremías 1:5; Isaías 43:1; Isaías 46:3–4; Isaías 44:24; Isaías 43:7
- 3 Joel 2:28; Hechos 2:17; Isaías 59:21; Juan 7:37–39; Proverbios 1:23
- 4 Isaías 58:11; Salmo 1:3; Salmo 92:13–15; Ezequiel 17:5; Salmo 137:1–2
- 5 Zacarías 13:9; Deuteronomio 26:17–19; Nehemías 9:38–10:29; 1 Pedro 2:9; Gálatas 6:16
- 6 Isaías 41:4; Isaías 43:10–11; Apocalipsis 1:8; Apocalipsis 22:13; Isaías 44:8
- 7 Isaías 41:26; Isaías 41:22; Isaías 46:9–10; Isaías 45:21; Isaías 43:9
- 8 Isaías 43:10; 1 Samuel 2:2; Deuteronomio 4:35; Deuteronomio 4:39; Juan 10:30
- 9 Isaías 41:24; Jeremías 10:14–15; Habacuc 2:18–20; Salmo 97:7; Isaías 41:29
- 10 Jeremías 10:5; Habacuc 2:18; Hechos 19:26; Daniel 3:1; 1 Corintios 8:4
- 11 Isaías 42:17; Isaías 45:16; Salmo 97:7; Isaías 1:29; Hechos 19:24–34
- 12 Isaías 41:6–7; Isaías 40:19; Isaías 46:6–7; Jeremías 10:3–11; Habacuc 2:13
- 13 Jueces 17:4–5; Deuteronomio 4:16–18; Salmo 115:5–7; Romanos 1:23; Hechos 17:29
- 14 Isaías 40:20; Jeremías 10:3–8; Habacuc 2:19; Oseas 4:12
- 15 2 Crónicas 25:14; Jueces 2:19; Apocalipsis 9:20; Isaías 45:20; Isaías 44:10
- 17 Isaías 45:20; Daniel 3:29; 1 Reyes 18:26; Isaías 37:38; Isaías 36:19–20
- 18 Isaías 6:9–10; 2 Corintios 4:3–4; Juan 12:39–40; 2 Tesalonicenses 2:9–12; Jeremías 5:21
- 19 Deuteronomio 27:15; 1 Reyes 11:7; 1 Reyes 11:5; Isaías 5:13; Isaías 45:20
- 20 Oseas 12:1; Salmo 102:9; Romanos 1:28; Job 15:31; Romanos 1:25
- 21 Isaías 44:1–2; Isaías 49:15–16; Isaías 46:8–9; Isaías 43:15; Isaías 43:1
- 22 Isaías 43:25; 1 Corintios 6:20; Hechos 3:18–19; Isaías 43:1; 1 Pedro 1:18–19
- 23 Efesios 1:6–7; Apocalipsis 5:8–14; Salmo 98:7–8; Apocalipsis 19:1–6; Salmo 69:34
- 24 Isaías 45:12; Isaías 42:5; Isaías 54:5; Isaías 45:18; Apocalipsis 5:9
- 25 Salmo 33:10; Job 5:12–14; 2 Samuel 15:31; Jeremías 50:36; Isaías 47:12–14
- 26 1 Reyes 18:36–38; Isaías 42:9; Hechos 2:25–28; 2 Pedro 1:19–21; Nehemías 1:3
- 27 Jeremías 51:36; Jeremías 50:38; Isaías 42:15; Apocalipsis 16:12; Jeremías 51:32
- 28 2 Crónicas 36:22; Isaías 45:1; Daniel 10:1; Esdras 6:3–18; Isaías 45:13
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
And this shall come to pass through the loving-kindness of God, who says to you, Behold, I will blot out as a cloud thy transgressions, and as a thick cloud thy sins.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
However, a time will come, when all shall be consumed by fire; as Isaiah says of the God of the universe in these words, "That saith to the deep, Be dry, and I will dry up thy rivers." Reject then the foolish wisdom of this world, and receive with me the more simple but infallible doctrine of truth.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)