1 Τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαόν μου, καὶ ἀπελεύσομαι ἀπʼ αὐτῶν; ὅτι πάντες μοιχῶνται, σύνοδος ἀθετούντων, 2 καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον· ψεῦδος, καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν, καὶ ἐμὲ οὐκ ἔγνωσαν, φησὶ Κύριος. 3 Ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε, καὶ ἐπʼ ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε, ὅτι πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς φίλος δολίως πορεύσεται. 4 Ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσι· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν, καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι. 5 Τόκος ἐπὶ τόκῳ, καὶ δόλος ἐπὶ δόλῳ· οὐκ ἤθελον εἰδέναι με, φησὶ Κύριος. 6 Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς, καὶ δοκιμῶ αὐτούς· ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας θυγατρὸς λαοῦ μου. 7 Βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ, καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχθραν. 8 Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; 9 Ἐπὶ τὰ ὄρη λάβετε κοπετὸν, καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου θρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἕως κτηνῶν, ἐξέστησαν, ᾤχοντο. 10 Καὶ δώσω τὴν Ἱερουσαλὴμ εἰς μετοικίαν, καὶ εἰς κατοικητήριον δρακόντων, καὶ τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν θήσομαι, παρὰ τὸ μὴ κατοικεῖσθαι. 11 Τίς ὁ ἄνθρωπος ὁ συνετὸς, καὶ συνέτω τοῦτο; καὶ ᾧ λόγος στόματος Κυρίου πρὸς αὐτὸν, ἀναγγειλάτω ὑμῖν, ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ, ἀνήφθη, ὡς ἔρημος, παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν; 12 Καὶ εἶπε Κύριος πρὸς μὲ, διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς φωνῆς μου, 13 ἀλλʼ ἐπορεύθησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς, καὶ ὀπίσω τῶν εἰδώλων ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν. 14 Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας, καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς, 15 καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν, εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ ἐπʼ αὐτοὺς τὴν μάχαιραν, ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ. 16 Τάδε λέγει Κύριος, καλέσατε τὰς θρηνούσας, καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε, καὶ φθεγξάσθωσαν, 17 καὶ λαβέτωσαν ἐφʼ ὑμᾶς θρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, καὶ τὰ βλέφαρα ὑμῶν ῥείτω ὕδωρ, 18 ὅτι φωνὴ οἰκτροῦ ἠκούσθη ἐν Σιών· πῶς ἐταλαιπωρήσαμεν, κατῃσχύνθημεν σφόδρα, ὅτι ἐγκατελίπομεν τὴν γῆν, καὶ ἀπεῤῥίψαμεν τὰ σκηνώματα ἡμῶν; 19 Ἀκούσατε δὴ γυναῖκες λόγον Θεοῦ, καὶ δεξάσθω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον, καὶ γυνὴ τὴν πλησίον αὐτῆς θρῆνον. 20 Ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν, εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν, τοῦ ἐκτρίψαι νήπια ἔξωθεν, καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν. 21 Καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν, ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων. 22 Τάδε λέγει Κύριος, μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῆ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, 23 ἀλλʼ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν, ὅτι ἐγώ εἰμι Κύριος ὁ ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος. 24 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν. 25 Ἐπʼ Αἴγυπτον, καὶ ἐπὶ Ἰδουμαίαν, καὶ ἐπὶ Ἐδὼμ, καὶ ἐπὶ υἱοὺς Ἀμμὼν, καὶ ἐπὶ υἱοὺς Μωὰβ, καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ, τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ, ὅτι πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, καὶ πᾶς οἶκος Ἰσραὴλ ἀπερίτμητοι καρδίας αὐτῶν.
Jeremías · Septuaginta griega de Brenton
Jeremías 9 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (25)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Jeremías 13:17; Isaías 22:4; Lamentaciones 2:11; Jeremías 8:21–22; Jeremías 6:26
- 2 Jeremías 5:7–8; Jeremías 23:10; Oseas 4:2; Oseas 7:4; Jeremías 12:1
- 3 Jeremías 4:22; Jeremías 9:8; Jueces 2:10; Isaías 59:13–15; Romanos 3:13
- 4 Miqueas 7:5–6; Proverbios 26:24–25; Salmo 12:2–3; Jeremías 6:28; Proverbios 10:18
- 5 Habacuc 2:13; Isaías 57:10; Miqueas 6:12; Job 15:5; Isaías 59:13–15
- 6 Jeremías 13:10; Oseas 4:6; Romanos 1:28; Jeremías 20:10; Proverbios 1:24
- 7 Isaías 1:25; Malaquías 3:3; Jeremías 6:27; Isaías 48:10; Zacarías 13:9
- 8 Salmo 28:3; Proverbios 26:24–26; Salmo 64:3–4; Salmo 120:3; Jeremías 9:3
- 9 Jeremías 5:29; Jeremías 5:9; Isaías 1:24
- 10 Jeremías 12:4; Oseas 4:3; Ezequiel 29:11; Ezequiel 33:28; Jeremías 7:29
- 11 Isaías 25:2; Jeremías 10:22; Isaías 34:13; Isaías 13:22; Jeremías 51:37
- 12 Oseas 14:9; Salmo 107:43; Deuteronomio 32:29; Salmo 107:34; Apocalipsis 1:3
- 13 Jeremías 22:9; 2 Crónicas 7:19; Esdras 9:10; Proverbios 28:4; Salmo 119:53
- 14 Jeremías 3:17; Jeremías 7:24; Efesios 2:3; 1 Pedro 1:18; Romanos 1:21–24
- 15 Jeremías 8:14; Salmo 80:5; Lamentaciones 3:15; Jeremías 23:15; Jeremías 25:15
- 16 Ezequiel 5:12; Deuteronomio 28:64; Levítico 26:33; Ezequiel 5:2; Jeremías 44:27
- 17 Amós 5:16–17; Eclesiastés 12:5; 2 Crónicas 35:25; Marcos 5:38; Mateo 9:23
- 18 Jeremías 9:1; Isaías 22:4; Jeremías 14:17; Jeremías 9:20; Lamentaciones 2:11
- 19 Jeremías 4:13; Ezequiel 7:16–18; Deuteronomio 28:29; Miqueas 1:8–9; Lamentaciones 5:2
- 20 Lucas 23:27–30; Isaías 32:9–13; Job 22:22; Isaías 3:16; Jeremías 9:17–18
- 21 Jeremías 6:11; 2 Crónicas 36:17; Jeremías 15:7; Ezequiel 9:5–6; Ezequiel 21:14–15
- 22 Jeremías 8:2; Jeremías 25:33; Sofonías 1:17; Jeremías 16:4; Salmo 83:10
- 23 1 Corintios 1:27–29; Isaías 5:21; Eclesiastés 9:11; Romanos 1:22; 1 Corintios 3:18–20
- 24 2 Corintios 10:17; Gálatas 6:14; 1 Corintios 1:31; Miqueas 6:8; Miqueas 7:18
- 25 Gálatas 5:2–6; Romanos 2:25–26; Romanos 2:8–9; Ezequiel 32:19–32; Amós 3:2
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… "Let not the wise man glory in his wisdom, neither let the mighty man glory in his might, neither let the rich man glory in his riches; but let him that glorieth glory in the Lord, in diligently seeking Him, and doing judgment and righteousness" ), being especially mindful of the words of the Lord Jesus which He spake, teaching …
And to show how those from among the Gentiles were foretold as more true and more believing, we will cite what was said by Isaiah the prophet; for he spoke as follows "Israel is uncircumcised in heart, but the Gentiles are uncircumcised in the flesh." So many things therefore, as these, when they are seen with the eye, are enough …
… evil heart, and went backwards, and not forwards." And again, when He declares by the same man, "But let him that glorieth, glory in this, to understand and know that I am the Lord, who doth exercise loving-kindness, and righteousness, and judgment in the earth;" He adds, "For in these things I delight, says the Lord," but not in sacrifices, …