Skip to the text

1 Kings · Brenton's Greek Septuagint

1 Kings 12 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
LXX Brenton's Greek Septuagint
WEB World English Bible (Classic, with Deuterocanon)
1 Καὶ πορεύεται βασιλεὺς Ῥοβοὰμ εἰς Σίκιμα, ὅτι εἰς Σίκιμα ἤρχοντο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν.
1 Rehoboam went to Shechem, for all Israel had come to Shechem to make him king. 2 When Jeroboam the son of Nebat heard of it (for he was yet in Egypt, where he had fled from the presence of King Solomon, and Jeroboam lived in Egypt;
3 Καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ῥοβοὰμ, λέγοντες,
3 and they sent and called him), Jeroboam and all the assembly of Israel came, and spoke to Rehoboam, saying,
4 Ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς, καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέως, οὗ ἔδωκεν ἐφʼ ἡμᾶς, καὶ δουλεύσομέν σοι.
4 “Your father made our yoke difficult. Now therefore make the hard service of your father, and his heavy yoke which he put on us, lighter, and we will serve you.”
5 Καὶ εἶπε πρὸς αὐτοὺς, ἀπέλθετε ἕως ἡμερῶν τριῶν, καὶ ἀναστρέψατε πρὸς μέ· καὶ ἀπῆλθον.
5 He said to them, “Depart for three days, then come back to me.” So the people departed.
6 Καὶ ἀπήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ, λέγων, πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον;
6 King Rehoboam took counsel with the old men who had stood before Solomon his father while he yet lived, saying, “What counsel do you give me to answer these people?”
7 Καὶ ἐλάλησαν πρὸς αὐτὸν, λέγοντες, εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ, καὶ δουλεύσεις αὐτοῖς, καὶ λαλήσεις πρὸς αὐτοὺς λόγους ἀγαθοὺς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας.
7 They replied, “If you will be a servant to this people today, and will serve them, and answer them with good words, then they will be your servants forever.”
8 Καὶ ἐγκατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετʼ αὐτοῦ τῶν παρεστηκότων πρὸ προσώπου αὐτοῦ.
8 But he abandoned the counsel of the old men which they had given him, and took counsel with the young men who had grown up with him, who stood before him.
9 Καὶ εἶπεν αὐτοῖς, τί ὑμεῖς συμβουλεύετε; καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λέγουσι πρὸς μὲ, λεγόντων, κούφισον ἀπὸ τοῦ κλοιοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφʼ ἡμᾶς;
9 He said to them, “What counsel do you give, that we may answer these people who have spoken to me, saying, ‘Make the yoke that your father put on us lighter’?”
10 Καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετʼ αὐτοῦ οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ, λέγοντες, τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρὸς σὲ, λέγοντες, ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀφʼ ἡμῶν· τάδε λαλήσεις πρὸς αὐτοὺς, ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου.
10 The young men who had grown up with him said to him, “Tell these people who spoke to you, saying, ‘Your father made our yoke heavy, but make it lighter to us’—tell them, ‘My little finger is thicker than my father’s waist.
11 Καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ, κᾀλὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
11 Now my father burdened you with a heavy yoke, but I will add to your yoke. My father chastised you with whips, but I will chastise you with scorpions.’”
12 Καὶ παρεγένοντο πᾶς Ἰσραὴλ πρὸς τὸν βασιλέα Ῥοβοὰμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς, λέγων, ἀναστράφητε πρὸς μὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ.
12 So Jeroboam and all the people came to Rehoboam the third day, as the king asked, saying, “Come to me again the third day.”
13 Καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά· καὶ ἐγκατέλιπε Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ,
13 The king answered the people roughly, and abandoned the counsel of the old men which they had given him,
14 καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων, λέγων, ὁ πατήρ μου ἐβάρυνε τὸν κλοιὸν ὑμῶν, κᾀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, κᾀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
14 and spoke to them according to the counsel of the young men, saying, “My father made your yoke heavy, but I will add to your yoke. My father chastised you with whips, but I will chastise you with scorpions.”
15 Καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ Κυρίου, ὅπως στήσῃ τὸ ῥῆμα αὐτοῦ ὃ ἐλάλησεν ἐν χειρὶ Ἀχιὰ τοῦ Σηλωνίτου περὶ Ἱεροβοὰμ υἱοῦ Ναβάτ.
15 So the king didn’t listen to the people; for it was a thing brought about from Yahweh, that he might establish his word, which Yahweh spoke by Ahijah the Shilonite to Jeroboam the son of Nebat.
16 Καὶ εἶδον πᾶς Ἰσραὴλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν· καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ, λέγων, τίς ἡμῖν μερὶς ἐν Δαυίδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ἰεσσαί· ἀπότρεχε Ἰσραὴλ, εἰς τὰ σκηνώματά σου· νύν βόσκε τὸν οἶκόν σου, Δαυίδ· καὶ ἀπῆλθεν Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ.
16 When all Israel saw that the king didn’t listen to them, the people answered the king, saying, “What portion have we in David? We don’t have an inheritance in the son of Jesse. To your tents, Israel! Now see to your own house, David.” So Israel departed to their tents. 17 But as for the children of Israel who lived in the cities of Judah, Rehoboam reigned over them.
18 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ἀδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ ἀπέθανε· καὶ ὁ βασιλεὺς Ῥοβοὰμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς Ἱερουσαλήμ.
18 Then King Rehoboam sent Adoram, who was over the men subject to forced labor; and all Israel stoned him to death with stones. King Rehoboam hurried to get himself up to his chariot, to flee to Jerusalem.
19 Καὶ ἠθέτησεν Ἰσραὴλ εἰς τὸν οἶκον Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης.
19 So Israel rebelled against David’s house to this day.
20 Καὶ ἐγένετο ὡς ἤκουσε πᾶς Ἰσραὴλ ὅτι ἀνέκαμψεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν, καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ἰσραήλ· καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυὶδ πάρεξ σκήπτρου Ἰούδα καὶ Βενιαμὶν μόνοι.
20 When all Israel heard that Jeroboam had returned, they sent and called him to the congregation, and made him king over all Israel. There was no one who followed David’s house, except for the tribe of Judah only.
21 Καὶ Ῥοβοὰμ εἰσῆλθεν εἰς Ἱερουσαλὴμ, καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν Ἰούδα καὶ σκῆπτρον Βενιαμὶν ἑκατὸν καὶ εἴκοσι χιλιάδας νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον Ἰσραὴλ, ἐπιστρέψαι τὴν βασιλείαν Ῥοβοὰμ υἱῷ Σαλωμών.
21 When Rehoboam had come to Jerusalem, he assembled all the house of Judah and the tribe of Benjamin, a hundred and eighty thousand chosen men who were warriors, to fight against the house of Israel, to bring the kingdom again to Rehoboam the son of Solomon.
22 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ, λέγων,
22 But the word of God came to Shemaiah the man of God, saying,
23 εἶπον τῷ Ῥοβοὰμ υἱῷ Σαλωμὼν βασιλεῖ Ἰούδα, καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμὶν, καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ, λέγων,
23 “Speak to Rehoboam the son of Solomon, king of Judah, and to all the house of Judah and Benjamin, and to the rest of the people, saying,
24 τάδε λέγει Κύριος, οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ· ἀποστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ, ὅτι παρʼ ἐμοῦ γέγονε τὸ ῥῆμα τοῦτο· καὶ ἤκουσαν τοῦ λόγου Κυρίου, καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ῥῆμα Κυρίου.
24 ‘Yahweh says, “You shall not go up or fight against your brothers, the children of Israel. Everyone return to his house; for this thing is from me.”’” So they listened to Yahweh’s word, and returned and went their way, according to Yahweh’s word.
24a Καὶ ὁ βασιλεὺς Σαλωμὼν κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ, ἐν πόλει Δαυίδ· καὶ ἐβασίλευσε Ῥοβοὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ ἐν Ἱερουσαλὴμ, υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ναανὰν, θυγάτηρ Ἄνα υἱοῦ Ναὰς βασιλέως υἱῶν Ἀμμών· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.
·
24b Καὶ ἦν ἄνθρωπος ἐξ ὄρους Ἐφραὶμ δοῦλος τῷ Σαλωμὼν, καὶ ὄνομα αὐτῷ Ἱεροβοὰμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρὰ, γυνὴ πόρνη· καὶ ἔδωκεν αὐτὸν Σαλωμὼν εἰς ἄρχοντα σκυτάλης ἐπὶ ἄρσεις οἴκου Ἰωσήφ· καὶ ᾠκοδόμησε τῷ Σαλωμὼν τὴν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ· καὶ ἦσαν αὐτῷ τριακόσια ἅρματα ἵππων· οὗτος ᾠκοδόμησε τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου Ἐφραὶμ, οὗτος συνέκλεισε τὴν πόλιν Δαυὶδ, καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν·
·
24c καὶ ἐζήτει Σαλωμὼν θανατῶσαι αὐτόν· καὶ ἐφοβήθη, καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν μετʼ αὐτοῦ ἕως ἀπέθανε Σαλωμών·
·
24d Καὶ ἤκουσεν Ἱεροβοὰμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκε Σαλωμὼν, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακὶμ βασιλέως Αἰγύπτου, λέγων, ἐξαπόστειλόν με, καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου· καὶ εἶπεν αὐτῷ Σουσακὶμ, αἴτησαί τι αἴτημα, καὶ δώσω σοι·
·
24e καὶ Σουσακὶμ ἔδωκε τῷ Ἱεροβοὰμ τὴν Ἀνὼ ἀδελφὴν Θεκεμίνας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα· αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως, καὶ ἔτεκε τῷ Ἱεροβοὰμ τὸν Ἀβιὰ υἱὸν αὐτοῦ·
·
24f καὶ εἶπεν Ἱεροβοὰμ πρὸς Σουσακὶμ, ὄντως ἐξαπόστειλόν με, καὶ ἀπελεύσομαι· Καὶ ἐξῆλθεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἦλθεν εἰς γῆν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Ἐφραίμ· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἱεροβοὰμ χάρακα·
·
24g Καὶ ἠῤῥώστησε τὸ παιδάριον αὐτοῦ ἀῤῥωστίᾳ κραταιᾷ σφόδρα· καὶ ἐπορεύθη Ἱεροβοὰμ ἐρωτῆσαι περὶ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς Ἀνὼ τὴν γυναῖκα αὐτοῦ, ἀνάστηθι, πορεύου, ἐπερώτησον τὸν Θεὸν περὶ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀῤῥωστίας αὐτοῦ·
·
24h καὶ ἄνθρωπος ἦν ἐν Σηλὼμ, καὶ ὄνομα αὐτῷ Ἀχιὰ, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ῥῆμα Κυρίου μετʼ αὐτοῦ· καὶ εἶπεν Ἱεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ, ἀνάστηθι, καὶ λάβε εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἄρτους, καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ, καὶ σταφυλὴν, καὶ στάμνον μέλιτος·
·
24i καὶ ἀνέστη ἡ γυνὴ, καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους, καὶ δύο κολλύρια, καὶ σταφυλὴν, καὶ στάμνον μέλιτος τῷ Ἀχιά· καὶ ὁ ἄνθρωπος πρεσβύτερος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ ἰδεῖν·
·
24k καὶ ἀνέστη ἐκ Σαριρὰ καὶ πορεύεται· καὶ ἐγένετο ἐλθούσης αὐτὴς εἰς τὴν πόλιν πρὸς Ἀχιὰ τὸν Σηλωνίτην, καὶ εἶπεν Ἀχιὰ τῷ παιδαρίῳ αὐτοῦ, ἔξελθε δὴ εἰς ἀπαντὴν Ἀνὼ τῇ γυναικὶ Ἱεροβοὰμ, καὶ ἐρεῖς αὐτῇ, εἴσελθε, καὶ μὴ στῇς, ὅτι τάδε λέγει Κύριος, σκληρὰ ἐγὼ ἐπαποστέλλω ἐπὶ σέ·
·
24l καὶ εἰσῆλθεν Ἀνὼ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, καὶ εἴπεν αὐτῇ Ἀχιὰ, ἱνατί ἐνήνοχάς μοι ἄρτους, καὶ σταφυλὴν, καὶ κολλύρια, καὶ στάμνον μέλιτος; τάδε λέγει Κύριος, ἰδοὺ σὺ ἀπελεύσῃ ἀπʼ ἐμοῦ, καὶ ἔσται εἰσελθούσης σου τὴν πόλιν εἰς Σαριρὰ, καὶ τὰ κοράσιά σου ἐξλεύσονταί σοι εἰς συνάντησιν, καὶ ἐροῦσί σοι, τὸ παιδάριον τέθνηκεν·
·
24m ὅτι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐξολοθρεύσω τοῦ Ἱεροβοὰμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τεθνηκότες τοῦ Ἱεροβοὰμ ἐν τῇ πόλει, καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὸ παιδάριον κόψεται, οὐαὶ κύριε, ὅτι εὑρέθη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ Κυρίου·
·
24n Καὶ ἀπῆλθεν ἡ γυνὴ, ὡς ἤκουσε· καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαριρὰ, καὶ τὸ παιδάριον ἀπέθανε· καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν· καὶ ἐπορεύθη Ἱεροβοὰμ εἰς Σίκιμα τὴν ἐν ὄρει Ἐφραὶμ, καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ Ἰσραὴλ, καὶ ἀνέβη ἐκεῖ Ῥοβοὰμ υἱὸς Σαλωμών·
·
24o καὶ λόγος Κυρίου ἐγένετο πρὸς Σαμαίαν τὸν Ἐνλαμὶ, λέγων, λάβε σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ, καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα, καὶ δώσεις τῷ Ἱεροβοὰμ, καὶ ἐρεῖς αὐτῷ, τάδε λέγει Κύριος, λάβε σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσθαι σε· καὶ ἔλαβεν Ἱεροβοάμ· καὶ εἶπε Σαμαίας, τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ἰσραήλ.
·
24p Καὶ εἶπεν ὁ λαὸς πρὸς Ῥοβοὰμ υἱὸν Σαλωμὼν, ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἐβάρυνε τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νῦν κουφιεῖς ἐφʼ ἡμᾶς, καὶ δουλεύσομέν σοι·
·
24q καὶ εἶπε Ῥοβοὰμ πρὸς τὸν λαὸν, ἔτι τριῶν ἡμερῶν, καὶ ἀποκριθήσομαι ὑμῖν ῥῆμα· καὶ εἶπε Ῥοβοὰμ, εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους, καὶ συμβουλεύσομαι μετʼ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ· Καὶ ἐλάλησε Ῥοβοὰμ εἰς τὰ ὦτα αὐτῶν, καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτόν· καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ, οὕτως ἐλάλησε πρὸς σὲ ὁ λαός·
·
24r Καὶ διεσκέδασε Ῥοβοὰμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλε, καὶ εἰσήγαγε τοὺς συντρόφους αὐτοῦ, καὶ ἐλάλησεν αὐτοῖς, ταῦτα καὶ ταῦτα ἀπέσταλκεν ὁ λαὸς πρὸς μὲ, λέγων· καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ, οὕτως λαλήσεις πρὸς τὸν λαὸν, λέγων, ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφῦν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιξιν, ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις.
·
24s Καὶ ἤρεσε τὸ ῥῆμα ἐνώπιον Ῥοβοάμ· καὶ ἀπεκρίθη τῷ λαῷ, καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια·
·
24t καὶ εἶπε πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες, λέγοντες, οὐ μερὶς ἡμῖν ἐν Δαυὶδ, οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί· ἕκαστος εἰς τὰ σκηνώματά σου Ἰσραὴλ, ὅτι ὁ ἄνθρωπος οὗτος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον·
·
24u καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικίμων, καὶ ἀπῆλθον ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ· Καὶ κατεκράτησε Ῥοβοὰμ, καὶ ἀπῆλθε, καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ, καὶ εἰσῆλθεν εἰς Ἱερουσαλήμ· καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ἰούδα, καὶ πᾶν σκῆπτρον Βενιαμίν.
·
24x Καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ, καὶ συνήθροισε Ῥοβοὰμ πάντα ἄνδρα Ἰούδα καὶ Βενιαμὶν, καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ἱεροβοὰμ εἰς Σίκιμα·
·
24y καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ, λέγων, εἶπον τῷ Ῥοβοὰμ βασιλεῖ Ἰούδα, καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμὶν, καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ, λέγων, τάδε λέγει Κύριος, οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ἰσραὴλ, ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρʼ ἐμοῦ γέγονε τὸ ῥῆμα τοῦτο·
·
24z καὶ ἤκουσαν τοῦ λόγου Κυρίου, καὶ ἀνέσχον μὴ πορευθῆναι κατὰ τὸ ῥῆμα Κυρίου.
·
25 Καὶ ᾠκοδόμησεν Ἱεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὄρει Ἐφραὶμ, καὶ κατῴκει ἐν αὐτῇ, καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησε τὴν Φανουήλ.
25 Then Jeroboam built Shechem in the hill country of Ephraim, and lived in it; and he went out from there and built Penuel.
26 Καὶ εἶπεν Ἱεροβοὰμ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἴκον Δαυίδ·
26 Jeroboam said in his heart, “Now the kingdom will return to David’s house.
27 Ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίαν ἐν οἴκῳ Κυρίου εἰς Ἱερουσαλὴμ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς Κύριον καὶ κύριον αὐτῶν, πρὸς Ῥοβοὰμ βασιλέα Ἰούδα, καὶ ἀποκτενοῦσί με.
27 If this people goes up to offer sacrifices in Yahweh’s house at Jerusalem, then the heart of this people will turn again to their lord, even to Rehoboam king of Judah; and they will kill me, and return to Rehoboam king of Judah.”
28 Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς, καὶ ἐπορεύθη, καὶ ἐποίησε δύο δαμάλεις χρυσᾶς, καὶ εἶπε πρὸς τὸν λαὸν, ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ἱερουσαλήμ· ἰδοὺ θεοί σου Ἰσραὴλ οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου.
28 So the king took counsel, and made two calves of gold; and he said to them, “It is too much for you to go up to Jerusalem. Look and behold your gods, Israel, which brought you up out of the land of Egypt!”
29 Καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ, καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν.
29 He set the one in Bethel, and the other he put in Dan.
30 Καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δὰν, καὶ εἴασαν τὸν οἶκον Κυρίου
30 This thing became a sin, for the people went even as far as Dan to worship before the one there.
31 Καὶ ἐποίησεν οἴκους ἐφʼ ὑψηλῶν, καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευί.
31 He made houses of high places, and made priests from among all the people, who were not of the sons of Levi.
32 Καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθὴλ τοῦ θύειν ταῖς δαμάλεσιν αἷς ἐποίησε, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν ὧν ἐποίησε.
32 Jeroboam ordained a feast in the eighth month, on the fifteenth day of the month, like the feast that is in Judah, and he went up to the altar. He did so in Bethel, sacrificing to the calves that he had made, and he placed in Bethel the priests of the high places that he had made.
33 Καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησε, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ· καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.
33 He went up to the altar which he had made in Bethel on the fifteenth day in the eighth month, even in the month which he had devised of his own heart; and he ordained a feast for the children of Israel, and went up to the altar to burn incense.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Adoram

    Over the forced labor

    Listed in David's administration as the official in charge of the forced labor.

    Cited in the guide: 2 Samuel 20:24; 1 Kings 12:18; 2 Chronicles 10:18

  • Ahijah

    Prophet of Shiloh

    Prophet whose word to Jeroboam is fulfilled when Rehoboam rejects the people's plea; his prophecy is also a source for Solomon's acts.

    Cited in the guide: 1 Kings 11:29; 1 Kings 12:15; 1 Kings 14:4

  • Jeroboam

    First king of the northern kingdom

    An Ephraimite from Zeredah, son of Nebat, whom Solomon put over the labor force of the house of Joseph and whom Ahijah told he would rule ten tribes; he became king of Israel,…

    Cited in the guide: 1 Kings 11:26; 1 Kings 11:28; 1 Kings 12:20

  • Nebat

    Father of Jeroboam

    Named as the father of Jeroboam, first king of the northern kingdom; the sins of 'Jeroboam son of Nebat' become the standard for later kings of Israel.

    Cited in the guide: 1 Kings 11:26; 1 Kings 12:2; 1 Kings 16:3

  • Rehoboam

    King of Judah

    His harsh answer to the people split the kingdom of Israel in two.

    Cited in the guide: 1 Kings 12; 14:21-31; 2 Chron. 10-12; Matt. 1:7

  • Shemaiah

    Man of God in Rehoboam's day

    Man of God who told Rehoboam not to fight Israel, later declared that Judah was forsaken into Shishak's hand and then brought word of deliverance when they humbled themselves; his…

    Cited in the guide: 1 Kings 12:22; 2 Chronicles 11:2; 2 Chronicles 12:5

Places

  • Bethel

    Today: West Bank (central hills)

    Bethel ('house of God') is usually identified with Beitin, north of Jerusalem (location approximate). Jacob's ladder vision and Jeroboam's calf shrine are set here.

    Cited in the guide: Genesis 28:19; Genesis 12:8; 1 Kings 12:29

Cross references (53)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Judges 9:6; 2 Chronicles 10:1–19; Judges 9:1; Genesis 33:18–19; Joshua 24:32
  2. 4 1 Samuel 8:11–18; 1 Kings 4:7; Matthew 11:29–30; Matthew 23:4; 1 Kings 4:20–25
  3. 5 1 Kings 12:12
  4. 6 Job 32:7; Job 12:12; Proverbs 27:10; 2 Samuel 17:5; 1 Kings 4:2
  5. 7 Proverbs 15:1; Philippians 2:7–11; 2 Samuel 15:3–6; 2 Chronicles 10:6–7; Zechariah 1:13
  6. 8 Proverbs 19:20; Proverbs 1:30; Proverbs 1:25; Proverbs 25:12; Ecclesiastes 10:2–3
  7. 9 2 Chronicles 18:5–7; 1 Kings 22:6–8; 2 Samuel 17:5–6; 2 Chronicles 10:9
  8. 10 2 Chronicles 10:10–11; Proverbs 29:23; 2 Samuel 17:7–13; Proverbs 10:14; Proverbs 18:6–7
  9. 11 Ezekiel 2:6; Revelation 9:3–10; Exodus 5:18; 2 Chronicles 16:10; Jeremiah 27:11
  10. 12 1 Kings 12:5; 2 Chronicles 10:12–14
  11. 13 Ecclesiastes 10:12; Proverbs 18:23; James 3:17; Proverbs 13:20; Proverbs 10:32
  12. 14 1 Kings 12:10–11; Exodus 5:16–18; Exodus 5:5–9; Exodus 1:14; Esther 1:16–21
  13. 15 Judges 14:4; 1 Kings 12:24; 1 Kings 11:29–38; 2 Chronicles 25:20; Deuteronomy 2:30
  14. 16 2 Samuel 20:1; 1 Kings 22:36; Jeremiah 23:5–6; 1 Kings 22:17; Jeremiah 33:15–16
  15. 18 1 Kings 4:6; 1 Kings 5:14; 2 Samuel 20:24; Acts 7:57–58; Proverbs 28:1–2
  16. 19 2 Kings 17:21; 2 Chronicles 10:19; 2 Chronicles 13:17; Joshua 4:9; 2 Chronicles 13:5–7
  17. 20 1 Kings 11:13; 1 Kings 11:32; 1 Kings 12:17; 1 Kings 11:36; 1 Samuel 10:24
  18. 21 2 Chronicles 11:1–3; 2 Chronicles 14:8; 1 Chronicles 21:5; 2 Chronicles 17:14–19; Proverbs 21:30–31
  19. 22 2 Chronicles 11:2; 2 Chronicles 12:5–7; 1 Kings 13:11; 1 Kings 13:1; 2 Kings 4:22
  20. 23 1 Kings 12:17
  21. 24 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  22. 25 Judges 8:17; Judges 8:8; Judges 9:45–49; Genesis 32:30–31; Judges 9:1
  23. 26 Jeremiah 38:18–21; 2 Chronicles 20:20; John 12:19; Acts 4:16–17; Mark 2:6–8
  24. 27 Deuteronomy 16:6; Deuteronomy 12:14; Deuteronomy 12:5–7; Proverbs 29:25; 1 Kings 8:44
  25. 28 Exodus 32:4; Exodus 32:8; 2 Kings 17:16; 2 Kings 10:29; 2 Chronicles 11:15
  26. 29 Genesis 28:19; Judges 18:27–31; Deuteronomy 34:1; Genesis 35:1; Genesis 14:14
  27. 30 2 Kings 17:21; 1 Kings 13:34; 2 Kings 10:31
  28. 31 2 Chronicles 13:9; 1 Kings 13:32–33; 2 Kings 17:32; 2 Chronicles 11:14–15; Numbers 3:10
  29. 32 Numbers 29:12–40; Amos 7:10–13; 1 Kings 8:2; 1 Kings 8:5; Matthew 15:8–9
  30. 33 1 Kings 13:1; Numbers 15:39; 2 Chronicles 26:6; Matthew 15:6; Mark 7:13
  31. 24a 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  32. 24b 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  33. 24c 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  34. 24d 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  35. 24e 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  36. 24f 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  37. 24g 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  38. 24h 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  39. 24i 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  40. 24k 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  41. 24l 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  42. 24m 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  43. 24n 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  44. 24o 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  45. 24p 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  46. 24q 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  47. 24r 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  48. 24s 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  49. 24t 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  50. 24u 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  51. 24x 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  52. 24y 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8
  53. 24z 1 Kings 12:15; 2 Chronicles 11:4; Numbers 14:42; 1 Kings 11:29–38; 2 Chronicles 25:7–8

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences