Vamvas Modern Greek Bible: Vamvas (1850) WEB World English Bible (Classic, with Deuterocanon) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 Αφού δε ετελείωσε πάντας τους λόγους αυτού εις τας ακοάς του λαού, εισήλθεν εις Καπερναούμ. 1 After he had finished speaking in the hearing of the people, he entered into Capernaum.
1 Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.
2 Εκατοντάρχου δε τινός δούλος, όστις ήτο πολύτιμος εις αυτόν, κακώς έχων έμελλε να αποθάνη. 2 A certain centurion’s servant, who was dear to him, was sick and at the point of death.
2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
3 Και ακούσας περί του Ιησού, απέστειλε προς αυτόν πρεσβυτέρους των Ιουδαίων, παρακαλών αυτόν να έλθη να διασώση τον δούλον αυτού. 3 When he heard about Jesus, he sent to him elders of the Jews, asking him to come and save his servant.
3 ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
4 Οι δε ελθόντες προς τον Ιησούν, παρεκάλουν αυτόν επιμόνως, λέγοντες ότι είναι άξιος εκείνος, εις τον οποίον θέλεις κάμει τούτο· 4 When they came to Jesus, they begged him earnestly, saying, “He is worthy for you to do this for him,
4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο.
5 διότι αγαπά το έθνος υμών, και την συναγωγήν αυτός ωκοδόμησεν εις ημάς. 5 for he loves our nation, and he built our synagogue for us.”
5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
6 Ο δε Ιησούς επορεύετο μετ' αυτών. Ενώ δε απείχεν ήδη ου μακράν από της οικίας, έπεμψε προς αυτόν ο εκατόνταρχος φίλους, λέγων προς αυτόν· Κύριε, μη ενοχλείσαι· διότι δεν είμαι άξιος να εισέλθης υπό την στέγην μου· 6 Jesus went with them. When he was now not far from the house, the centurion sent friends to him, saying to him, “Lord, don’t trouble yourself, for I am not worthy for you to come under my roof.
6 ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
7 όθεν ουδέ εμαυτόν έκρινα άξιον να έλθω προς σέ· αλλά ειπέ λόγον, και θέλει ιατρευθή ο δούλός μου. 7 Therefore I didn’t even think myself worthy to come to you; but say the word, and my servant will be healed.
7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾽ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
8 Διότι και εγώ είμαι άνθρωπος υποκείμενος εις εξουσίαν, έχων υπ' εμαυτόν στρατιώτας, και λέγω προς τούτον, Ύπαγε, και υπάγει; και προς άλλον, Έρχου, και έρχεται, και προς τον δούλον μου, Κάμε τούτο, και κάμνει. 8 For I also am a man placed under authority, having under myself soldiers. I tell this one, ‘Go!’ and he goes; and to another, ‘Come!’ and he comes; and to my servant, ‘Do this,’ and he does it.”
8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
9 Ακούσας δε ταύτα ο Ιησούς εθαύμασεν αυτόν, και στραφείς προς τον όχλον τον ακολουθούντα αυτόν, είπε· Σας λέγω, Ουδέ εν τω Ισραήλ εύρον τοσαύτην πίστιν. 9 When Jesus heard these things, he marveled at him, and turned and said to the multitude who followed him, “I tell you, I have not found such great faith, no, not in Israel.”
9 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
10 Και υποστρέψαντες οι απεσταλμένοι εις τον οίκον, εύρον τον ασθενή δούλον υγιαίνοντα. 10 Those who were sent, returning to the house, found that the servant who had been sick was well.
10 καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.
11 Την δε ακόλουθον ημέραν επορεύετο ο Ιησούς εις πόλιν ονομαζομένην Ναΐν· και συνεπορεύοντο μετ' αυτού ικανοί εκ των μαθητών αυτού και όχλος πολύς. 11 Soon afterwards, he went to a city called Nain. Many of his disciples, along with a great multitude, went with him.
11 Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ἐπορεύετο εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς.
12 Ως δε επλησίασεν εις την πύλην της πόλεως, ιδού, εφέρετο έξω νεκρός υιός μονογενής της μητρός αυτού, και αύτη ήτο χήρα, και όχλος πολύς της πόλεως ήτο μετ' αυτής. 12 Now when he came near to the gate of the city, behold, one who was dead was carried out, the only born son of his mother, and she was a widow. Many people of the city were with her.
12 ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.
13 Και ιδών αυτήν ο Κύριος, εσπλαγχνίσθη δι' αυτήν και είπε προς αυτήν· Μη κλαίε· 13 When the Lord saw her, he had compassion on her and said to her, “Don’t cry.”
13 καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε·
14 και πλησιάσας ήγγισε το νεκροκράββατον, οι δε βαστάζοντες εστάθησαν, και είπε· Νεανίσκε, προς σε λέγω, σηκώθητι. 14 He came near and touched the coffin, and the bearers stood still. He said, “Young man, I tell you, arise!”
14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
15 Και ανεκάθησεν ο νεκρός και ήρχισε να λαλή, και έδωκεν αυτόν εις την μητέρα αυτού. 15 He who was dead sat up and began to speak. Then he gave him to his mother.
15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
16 Κατέλαβε δε άπαντας φόβος και εδόξαζον τον Θεόν, λέγοντες ότι προφήτης μέγας ηγέρθη εν ημίν, και ότι επεσκέφθη ο Θεός τον λαόν αυτού. 16 Fear took hold of all, and they glorified God, saying, “A great prophet has arisen among us!” and, “God has visited his people!”
16 ἔλαβε δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι προφήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
17 Και εξήλθεν ο λόγος ούτος περί αυτού εν όλη τη Ιουδαία και εν πάσι τοις περιχώροις. 17 This report went out concerning him in the whole of Judea and in all the surrounding region.
17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ ἐν πάσῃ τῇ περιχώρῳ.
18 Και απήγγειλαν προς τον Ιωάννην οι μαθηταί αυτού περί πάντων τούτων. 18 The disciples of John told him about all these things.
18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.
19 Και προσκαλέσας ο Ιωάννης δύο τινάς των μαθητών αυτού, έπεμψε προς τον Ιησούν, λέγων· Συ είσαι ο ερχόμενος, ή άλλον προσδοκώμεν; 19 John, calling to himself two of his disciples, sent them to Jesus, saying, “Are you the one who is coming, or should we look for another?”
19 καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψε πρὸς τὸν Ἰησοῦν λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
20 Και ελθόντες προς αυτόν οι άνθρωποι, είπον· Ιωάννης ο Βαπτιστής απέστειλεν ημάς προς σε, λέγων· Συ είσαι ο ερχόμενος, ή άλλον προσδοκώμεν; 20 When the men had come to him, they said, “John the Baptizer has sent us to you, saying, ‘Are you he who comes, or should we look for another?’”
20 παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον· Ἰωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σε λέγων· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;
21 Εν αυτή δε τη ώρα εθεράπευσε πολλούς από νόσων και μαστίγων και πνευμάτων πονηρών, και εις τυφλούς πολλούς εχάρισε το βλέπειν. 21 In that hour he cured many of diseases and plagues and evil spirits; and to many who were blind he gave sight.
21 ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν.
22 Και αποκριθείς ο Ιησούς, είπε προς αυτούς· Υπάγετε και απαγγείλατε προς τον Ιωάννην όσα είδετε και ηκούσατε· ότι τυφλοί αναβλέπουσι, χωλοί περιπατούσι, λεπροί καθαρίζονται, κωφοί ακούουσι, νεκροί εγείρονται, πτωχοί ευαγγελίζονται· 22 Jesus answered them, “Go and tell John the things which you have seen and heard: that the blind receive their sight, the lame walk, the lepers are cleansed, the deaf hear, the dead are raised up, and the poor have good news preached to them.
22 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·
23 και μακάριος είναι όστις δεν σκανδαλισθή εν εμοί. 23 Blessed is he who finds no occasion for stumbling in me.”
23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
24 Αφού δε ανεχώρησαν οι απεσταλμένοι του Ιωάννου, ήρχισε να λέγη προς τους όχλους περί του Ιωάννου· Τι εξήλθετε εις την έρημον να ίδητε; κάλαμον υπό ανέμου σαλευόμενον; 24 When John’s messengers had departed, he began to tell the multitudes about John, “What did you go out into the wilderness to see? A reed shaken by the wind?
24 ἀπελθόντων δὲ τῶν μαθητῶν Ἰωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
25 Αλλά τι εξήλθετε να ίδητε; άνθρωπον ενδεδυμένον μαλακά ιμάτια; ιδού, οι λαμπρώς ενδεδυμένοι και τρυφώντες ευρίσκονται εν τοις βασιλικοίς παλατίοις. 25 But what did you go out to see? A man clothed in soft clothing? Behold, those who are gorgeously dressed and live delicately are in kings’ courts.
25 ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
26 Αλλά τι εξήλθετε να ίδητε; προφήτην; Ναι, σας λέγω, και περισσότερον προφήτου. 26 But what did you go out to see? A prophet? Yes, I tell you, and much more than a prophet.
26 ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
27 Ούτος είναι, περί του οποίου είναι γεγραμμένον, Ιδού, εγώ αποστέλλω τον άγγελόν μου προ προσώπου σου, Όστις θέλει κατασκευάσει την οδόν σου έμπροσθέν σου. 27 This is he of whom it is written, ‘Behold, I send my messenger before your face, who will prepare your way before you.’
27 οὗτός ἐστι περὶ οὗ γέγραπται, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου·
28 Διότι σας λέγω, μεταξύ των γεννηθέντων εκ γυναικών ουδείς προφήτης είναι μεγαλήτερος Ιωάννου του βαπτιστού· πλην ο μικρότερος εν τη βασιλεία του Θεού είναι μεγαλήτερος αυτού. 28 “For I tell you, among those who are born of women there is not a greater prophet than John the Baptizer; yet he who is least in God’s Kingdom is greater than he.”
28 λέγω [γὰρ] ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι.
29 Και πας ο λαός ακούσας και οι τελώναι εδικαίωσαν τον Θεόν, βαπτισθέντες το βάπτισμα του Ιωάννου. 29 When all the people and the tax collectors heard this, they declared God to be just, having been baptized with John’s baptism.
29 καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·
30 Οι δε Φαρισαίοι και οι νομικοί ηθέτησαν εις εαυτούς την βουλήν του Θεού, μη βαπτισθέντες υπ' αυτού. 30 But the Pharisees and the lawyers rejected the counsel of God, not being baptized by him themselves.
30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.
31 Και είπεν ο Κύριος· Με τι λοιπόν να ομοιώσω τους ανθρώπους της γενεάς ταύτης; και με τι είναι όμοιοι; 31 “To what then should I compare the people of this generation? What are they like?
31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;
32 Είναι όμοιοι με παιδία καθήμενα εν τη αγορά και φωνάζοντα προς άλληλα και λέγοντα· Αυλόν σας επαίξαμεν, και δεν εχορεύσατε· σας εθρηνωδήσαμεν, και δεν εκλαύσατε. 32 They are like children who sit in the marketplace and call to one another, saying, ‘We piped to you, and you didn’t dance. We mourned, and you didn’t weep.’
32 ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν· ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε.
33 Διότι ήλθεν Ιωάννης ο Βαπτιστής μήτε άρτον τρώγων μήτε οίνον πίνων, και λέγετε· Δαιμόνιον έχει. 33 For John the Baptizer came neither eating bread nor drinking wine, and you say, ‘He has a demon.’
33 ἐλήλυθε γὰρ Ἰωάννης ὁ βαπτιστὴς μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων, καὶ λέγετε· δαιμόνιον ἔχει.
34 Ήλθεν ο Υιός του ανθρώπου τρώγων και πίνων, και λέγετε· Ιδού άνθρωπος φάγος και οινοπότης, φίλος τελωνών και αμαρτωλών. 34 The Son of Man has come eating and drinking, and you say, ‘Behold, a glutton and a drunkard, a friend of tax collectors and sinners!’
34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.
35 Και εδικαιώθη η σοφία από πάντων των τέκνων αυτής. 35 Wisdom is justified by all her children.”
35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων!
36 Παρεκάλει δε αυτόν εις εκ των Φαρισαίων να φάγη μετ' αυτού· και εισελθών εις την οικίαν του Φαρισαίου, εκάθησεν εις την τράπεζαν. 36 One of the Pharisees invited him to eat with him. He entered into the Pharisee’s house and sat at the table.
36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη.
37 Και ιδού, γυνή τις εν τη πόλει, ήτις ήτο αμαρτωλή, μαθούσα ότι κάθηται εις την τράπεζαν εν τη οικία του Φαρισαίου, έφερεν αλάβαστρον μύρου 37 Behold, a woman in the city who was a sinner, when she knew that he was reclining in the Pharisee’s house, brought an alabaster jar of ointment.
37 καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου
38 και σταθείσα πλησίον των ποδών αυτού οπίσω κλαίουσα, ήρχισε να βρέχη τους πόδας αυτού με τα δάκρυα και εσπόγγιζε με τας τρίχας της κεφαλής αυτής και κατεφίλει τους πόδας αυτού και ήλειφε με το μύρον. 38 Standing behind at his feet weeping, she began to wet his feet with her tears, and she wiped them with the hair of her head, kissed his feet, and anointed them with the ointment.
38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ.
39 Ιδών δε ο Φαρισαίος ο καλέσας αυτόν, είπε καθ' εαυτόν λέγων· Ούτος, εάν ήτο προφήτης, ήθελε γνωρίζει τις και οποία είναι η γυνή, ήτις εγγίζει αυτόν, ότι είναι αμαρτωλή. 39 Now when the Pharisee who had invited him saw it, he said to himself, “This man, if he were a prophet, would have perceived who and what kind of woman this is who touches him, that she is a sinner.”
39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι.
40 Και αποκριθείς ο Ιησούς, είπε προς αυτόν· Σίμων, έχω να σοι είπω τι. Ο δε λέγει· Διδάσκαλε, ειπέ. 40 Jesus answered him, “Simon, I have something to tell you.” He said, “Teacher, say on.”
40 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ φησι· διδάσκαλε, εἰπέ.
41 Είχε τις δανειστάς δύο χρεωφειλέτας· ο εις εχρεώστει δηνάρια πεντακόσια, ο δε άλλος πεντήκοντα. 41 “A certain lender had two debtors. The one owed five hundred denarii, and the other fifty.
41 δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
42 Και επειδή δεν είχον να αποδώσωσιν, εχάρισεν αυτά εις αμφοτέρους. Τις λοιπόν εξ αυτών, ειπέ, θέλει αγαπήσει αυτόν περισσότερον; 42 When they couldn’t pay, he forgave them both. Which of them therefore will love him most?”
42 μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει;
43 Αποκριθείς δε ο Σίμων, είπε· Νομίζω ότι εκείνος, εις τον οποίον εχάρισε το περισσότερον. Ο δε είπε προς αυτόν· Ορθώς έκρινας. 43 Simon answered, “He, I suppose, to whom he forgave the most.” He said to him, “You have judged correctly.”
43 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας.
44 Και στραφείς προς την γυναίκα, είπε προς τον Σίμωνα· Βλέπεις ταύτην την γυναίκα; Εισήλθον εις την οικίαν σου, ύδωρ διά τους πόδας μου δεν έδωκας· αύτη δε με τα δάκρυα έβρεξε τους πόδας μου και με τας τρίχας της κεφαλής αυτής εσπόγγισε. 44 Turning to the woman, he said to Simon, “Do you see this woman? I entered into your house, and you gave me no water for my feet, but she has wet my feet with her tears, and wiped them with the hair of her head.
44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε.
45 Φίλημα δεν μοι έδωκας· αύτη δε, αφ' ης εισήλθον, δεν έπαυσε καταφιλούσα τους πόδας μου. 45 You gave me no kiss, but she, since the time I came in, has not ceased to kiss my feet.
45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας.
46 Με έλαιον την κεφαλήν μου δεν ήλειψας· αύτη δε με μύρον ήλειψε τους πόδας μου. 46 You didn’t anoint my head with oil, but she has anointed my feet with ointment.
46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας.
47 Διά τούτο σοι λέγω, συγκεχωρημέναι είναι αι αμαρτίαι αυτής αι πολλαί, διότι ηγάπησε πολύ· εις όντινα δε συγχωρείται ολίγον, ολίγον αγαπά. 47 Therefore I tell you, her sins, which are many, are forgiven, for she loved much. But one to whom little is forgiven, loves little.”
47 οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
48 Και είπε προς αυτήν· Συγκεχωρημέναι είναι αι αμαρτίαι σου. 48 He said to her, “Your sins are forgiven.”
48 εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι.
49 Και ήρχισαν οι συγκαθήμενοι εις την τράπεζαν να λέγωσι καθ' εαυτούς· Τις είναι ούτος, όστις και αμαρτίας συγχωρεί; 49 Those who sat at the table with him began to say to themselves, “Who is this who even forgives sins?”
49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;
50 Είπε δε προς την γυναίκα· Η πίστις σου σε έσωσεν· ύπαγε εις ειρήνην. 50 He said to the woman, “Your faith has saved you. Go in peace.”
50 εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.