1 Ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει Κύριος, ἐξοίσουσι τὰ ὀστᾶ τῶν βασιλέων Ἰούδα, καὶ τὰ ὀστᾶ τῶν ἀρχόντων αὐτοῦ, καὶ τὰ ὀστᾶ τῶν ἱερέων, καὶ τὰ ὀστᾶ προφητῶν, καὶ τὰ ὀστᾶ τῶν κατοικούντων ἐν Ἱερουσαλὴμ ἐκ τῶν τάφων αὐτῶν, 2 καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ πρὸς πάντας τοὺς ἀστέρας, καὶ πρὸς πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, ἃ ἠγάπησαν, καὶ οἷς ἐδούλευσαν, καὶ ὧν ἐπορεύθησαν ὀπίσω αὐτῶν, καὶ ὧν ἀντείχοντο, καὶ οἷς προσεκύνησαν αὐτοῖς· οὐ κοπήσονται, καὶ οὐ ταφήσονται, καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ πρόσωπου τῆς γῆς, 3 ὅτι εἵλοντο τὸν θάνατον ἢ τὴν ζωὴν, καὶ πᾶσι τοῖς καταλοίποις τοῖς καταλειφθεῖσιν ἀπὸ τῆς γενεᾶς ἐκείνης, ἐν παντὶ τόπῳ οὗ ἐὰν ἐξώσω αὐτοὺς ἐκεῖ. 4 Ὅτι τάδε λέγει Κύριος, μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει; 5 Διατί ἀπέστρεψεν ὁ λαός μου οὗτος ἀποστροφὴν ἀναιδῆ, καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν, καὶ οὐκ ἠθέλησαν τοῦ ἐπιστρέψαι; 6 ἐνωτίσασθε δὴ, καὶ ἀκούσατε· οὐχ οὕτω λαλήσουσιν, οὐκ ἔστιν ἄνθρωπος ὁ μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ, λέγων, τί ἐποίησα; διέλιπεν ὁ τρέχων ἀπὸ τοῦ δρόμου αὐτοῦ, ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ. 7 Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς, τρυγὼν καὶ χελιδὼν ἀγροῦ, στρουθία ἐφύλαξαν καιροὺς εἰσόδων ἑαυτῶν, ὁ δὲ λαός μου οὗτος οὐκ ἔγνω τὰ κρίματα Κυρίου. 8 Πῶς ἐρεῖτε, ὅτι σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθʼ ἡμῶν ἐστιν; εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν. 9 Ἠσχύνθησαν σοφοὶ, καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν νόμον Κυρίου ἀπεδοκίμασαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς; 10 Διατοῦτο δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις, καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις, 13 καὶ συνάξουσι τὰ γεννήματα αὐτῶν, λέγει Κύριος. Οὐκ ἔστι σταφυλὴ ἐν ταῖς ἀμπέλοις, καὶ οὐκ ἐστι σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ φύλλα κατεῤῥύηκεν. 14 Ἐπὶ τί ἡμεῖς καθήμεθα; συνάχθητε, καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς, καὶ ἀποῤῥιφῶμεν ἐκεῖ, ὅτι ὁ Θεὸς ἀπέῤῥιψεν ἡμᾶς, καὶ ἐπότισεν ἡμᾶς ὕδωρ χολῆς, ὅτι ἡμάρτομεν ἐναντίον αὐτοῦ. 15 Συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθὰ, εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ σπουδή. 16 Ἐκ Δὰν ἀκουσόμεθα φωνὴν ὀξύτητος ἵππων αὐτοῦ· ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσθη πᾶσα ἡ γῆ. καὶ ἥξει καὶ καταφάγεται τὴν γῆν, καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. 17 Διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις θανατοῦντας, οἷς οὐκ ἔστιν ἐπᾴσαι, καὶ δήξονται ὑμᾶς 18 ἀνίατα μετʼ ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης. 19 Ἰδοὺ φωνὴ κραυγῆς θυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόθεν· μὴ Κύριος οὐκ ἔστιν ἐν Σιών; ἢ βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; διότι παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐν ματαίοις ἀλλοτρίοις. 20 Διῆλθε θέρος, παρῆλθεν ἀμητὸς, καὶ ἡμεῖς οὐ διεσώθημεν. 21 Ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου ἐσκοτώθην· ἐν ἀπορίᾳ κατίσχυσάν με ὠδῖνες ὡς τικτούσης. 22 Καὶ μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διατί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; 23 Τίς δώσει κεφαλῇ μου ὕδωρ, καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων; καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτὸς, τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου.
Jeremías · Septuaginta griega de Brenton
Jeremías 8 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Esta traducción no tiene los versículos 11–12; los demás conservan su numeración habitual.
Referencias cruzadas (20)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Ezequiel 6:5; 2 Crónicas 34:4–5; 2 Reyes 23:20; 2 Reyes 23:16; 1 Reyes 13:2
- 2 2 Reyes 23:5; Deuteronomio 4:19; Sofonías 1:5; Jeremías 9:22; Hechos 7:42
- 3 Apocalipsis 9:6; Jeremías 29:14; Jeremías 23:8; Jeremías 23:3; Deuteronomio 30:4
- 4 Proverbios 24:16; Miqueas 7:8; Isaías 55:7; Jeremías 3:1; Oseas 6:1
- 5 Jeremías 9:6; Zacarías 7:11; Jeremías 5:3; Hebreos 12:25; Juan 5:40
- 6 Salmo 14:2; Ezequiel 18:28; Lucas 15:17–19; 2 Pedro 3:9; Isaías 30:18
- 7 Isaías 1:3; Jeremías 5:4–5; Isaías 5:12; Proverbios 6:6–8; Cantar de los Cantares 2:12
- 8 Juan 9:41; Isaías 10:1–2; Job 5:12–13; Mateo 15:6; 1 Corintios 3:18–20
- 9 Salmo 119:98–100; Job 5:12; Jeremías 6:15; Salmo 19:7; Isaías 19:11
- 10 Jeremías 6:12–13; Ezequiel 33:31; Amós 5:11; Sofonías 1:13; Ezequiel 22:27–28
- 13 Mateo 21:19; Joel 1:7; Salmo 1:3–4; Jeremías 17:8; Hageo 2:17
- 14 Jeremías 23:15; Jeremías 9:15; Salmo 69:21; Jeremías 35:11; Lamentaciones 3:19
- 15 Jeremías 14:19; Miqueas 1:12; 1 Tesalonicenses 5:3; Jeremías 4:10; Jeremías 8:11
- 16 Jueces 5:22; 1 Corintios 10:28; Jueces 18:29; Jeremías 4:15–16; Jueces 20:1
- 17 Salmo 58:4–5; Eclesiastés 10:11; Deuteronomio 32:24; Isaías 14:29; Números 21:6
- 18 Jeremías 6:24; Lamentaciones 1:16–17; Isaías 22:4; Lamentaciones 5:17; Jeremías 10:19–22
- 19 Isaías 39:3; Isaías 13:5; Apocalipsis 2:1; Jeremías 14:19; Isaías 33:22
- 20 Lucas 13:25; Proverbios 10:5; Mateo 25:1–12; Lucas 19:44; Hebreos 3:7–15
- 21 Jeremías 14:17; Nahúm 2:10; Joel 2:6; Cantar de los Cantares 1:5–6; Salmo 137:3–6
- 22 Jeremías 46:11; Génesis 37:25; Jeremías 51:8; Jeremías 30:12–17; Lucas 8:43
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… hear the voice of his swift horses from Dan; the whole earth shall be moved by the voice of the neighing of his galloping horses: he shall also come and devour the earth, and the fulness thereof, the city also, and they that dwell therein." This, too, is the reason that this tribe is not reckoned in the Apocalypse along …
But about not despairing, it is said, "Doth he fall, and not arise? Doth he turn away, and not return?" and, "I do not will the death of the sinner, so much as that he should turn and live:" and, "To-day if ye will hear His voice:" and many other such things, both sayings and examples are set in the …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Hast thou not heard that he brought out the bones of the kings from their graves into the light?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)