Skip to the text

2 Chronicles · Brenton's Greek Septuagint

2 Chronicles 18 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ ἐγενήθη τῷ Ἰωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλὴ, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Ἀχαάβ. 2 Καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Ἀχαὰβ εἰς Σαμάρειαν· καὶ ἔθυσεν αὐτῷ Ἀχαὰβ πρόβατα καὶ μόσχους πολλοὺς, καὶ τῷ λαῷ τῷ μετʼ αὐτοῦ, καὶ ἠγάπα αὐτὸν τοῦ συναναβῆναι μετʼ αὐτοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδίτιδος. 3 Καὶ εἶπεν Ἀχαὰβ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα, εἰ πορεύσῃ μετʼ ἐμοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδίτιδος; καὶ εἶπεν αὐτῷ, ὡς ἐγὼ, οὕτω καὶ σύ· ὡς ὁ λαός σου, καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον. 4 Καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραὴλ, ζήτησον δὴ σήμερον τὸν Κύριον. 5 Καὶ συνήγαγεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς προφήτας τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς, εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπίοχω; καὶ εἶπαν, ἀνάβαινε, καὶ δώσει ὁ Θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως. 6 Καὶ εἶπεν Ἰωσαφὰτ, οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι, καὶ ἐπιζητήσομεν παρʼ αὐτοῦ; 7 Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν Κύριον διʼ αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτὸν, ὅτι οὐκ ἔστι προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθὰ, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακὰ, οὗτος Μιχαίας υἱὸς Ἰεμβλά· καὶ εἶπεν Ἰωσαφὰτ, μὴ λαλείτω ὁ βασιλεὺς οὕτως. 8 Καὶ ἐκάλεσεν ὁ βασιλεὺς εὐνοῦχον ἕνα, καὶ εἶπε, τάχος Μιχαίαν υἱὸν Ἰεμβλά. 9 Καὶ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ, καὶ ἐνδεδυμένοι στολὰς, καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται προεφήτευον ἐναντίον αὐτῶν. 10 Καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ, καὶ εἶπε, τάδε λέγει Κύριος, ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ. 11 Καὶ πάντες οἱ προφῆται προεφήτευον οὕτω, λέγοντες, ἀνάβαινε εἰς Ῥαμὼθ Γαλαὰδ, καὶ εὐοδωθήσῃ, καὶ δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως. 12 Καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαίαν, ἐλάλησεν αὐτῷ, λέγων, ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά. 13 Καὶ εἶπε Μιχαίας, ζῇ Κύριος, ὅτι ὃ ἐὰν εἴπῃ ὁ Θεὸς πρὸς μὲ, αὐτὸ λαλήσω. 14 Καὶ ἦλθε πρὸς τὸν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, Μιχαία, εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπίσχω; καὶ εἶπεν, ἀνάβαινε, καὶ εὐοδώσεις, καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν. 15 Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρὸς μὲ πλὴν τὴν ἀλήθειαν ἐν ὀνόματι Κυρίου; 16 Καὶ εἶπεν, εἶδον τὸν Ἰσραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν, ὡς πρόβατα οἷς οὐκ ἔστι ποιμήν· καὶ εἶπε Κύριος, οὐκ ἔχουσιν ἡγούμενον οὗτοι, ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ. 17 Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, οὐκ εἶπόν σοι, ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθὰ ἀλλʼ ἢ κακά; 18 Καὶ εἶπεν, οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου. εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ παρειστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ. 19 Καὶ εἶπε Κύριος, τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται, καὶ πεσεῖται ἐν Ῥαμὼθ Γαλαάδ; καὶ οὗτος εἶπεν οὕτως, καὶ οὗτος εἶπεν οὕτως. 20 Καὶ ἐξῆλθε τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου, καὶ εἶπεν, ἐγὼ ἀπατήσω αὐτόν· καὶ εἶπε Κύριος, ἐν τίνι; 21 Καὶ εἶπεν, ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν, ἀπατήσεις καὶ δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτω. 22 Καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά. 23 Καὶ ἤγγισε Σεδεκίας υἱὸς Χαναὰν, καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα, καὶ εἶπεν αὐτῷ, ποίᾳ τῇ ὁδῷ παρῆλθε πνεῦμα Κυρίου παρʼ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ; 24 Καὶ εἶπε Μιχαίας, ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ εἰσελεύσῃ ταμεῖον ἐκ ταμείου τοῦ κατακρυβῆναι. 25 Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ, λάβετε τὸν Μιχαίαν καὶ ἀποστρέψατε πρὸς Ἐμὴρ ἄρχοντα τῆς πόλεως, καὶ πρὸς Ἰωὰς ἄρχοντα υἱὸν τοῦ βασιλέως, 26 καὶ ἐρεῖτε, οὕτως εἶπεν ὁ βασιλεὺς, ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως, ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ. 27 Καὶ εἶπε Μιχαίας, ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησε Κύριος ἐν ἐμοί· καὶ εἶπεν, ἀκούσατε λαοὶ πάντες. 28 Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ, καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα, εἰς Ῥαμὼθ Γαλαάδ. 29 Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, κατακάλυψόν με, καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ, καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον. 30 Καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων τοῖς μετʼ αὐτοῦ, λέγων, μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν, ἀλλʼ ἢ τὸν βασιλέα Ἰσραὴλ μόνον. 31 Καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφὰτ, καὶ αὐτοὶ εἶπαν, βασιλεὺς Ἰσραήλ ἐστι, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ἰωσαφὰτ, καὶ Κύριος ἔσωσεν αὐτὸν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ Θεὸς ἀπʼ αὐτοῦ. 32 Καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ἰσραὴλ, καὶ ἀπέστρεψαν ἀπʼ αὐτοῦ. 33 Καὶ ἀνὴρ ἔτεινε τόξον εὐστόχως, καὶ ἐπάταξε τὸν βασιλέα Ἰσραὴλ ἀναμέσον τοῦ πνεύμονος καὶ ἀναμέσον τοῦ θώρακος· καὶ εἶπε τῷ ἡνίοχῳ, ἐπίστρεφε τὴν χεῖρά σου, ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα. 34 Καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς Ἰσραὴλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἕως ἑσπέρας, καὶ ἀπέθανε δύνοντος τοῦ ἡλίου.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Amon the governor of the city

    Governor of Samaria

    The governor of the city to whom Ahab ordered Micaiah returned to be imprisoned on bread and water.

    Cited in the guide: 1 Kings 22:26; 2 Chronicles 18:25

  • Chenaanah

    Father of Zedekiah the prophet

    Named as the father of the prophet Zedekiah who made iron horns.

    Cited in the guide: 1 Kings 22:11; 1 Kings 22:24; 2 Chronicles 18:10

  • Imlah

    Father of Micaiah

    Named as the father of the prophet Micaiah.

    Cited in the guide: 1 Kings 22:8; 1 Kings 22:9; 2 Chronicles 18:7

  • Jehoshaphat

    King of Judah

    A godly king who sent teachers of the Law throughout Judah.

    Cited in the guide: 1 Kings 22; 2 Chron. 17-20; Matt. 1:8

  • Joash the king's son

    Son of Ahab

    The king of Israel's son, to whom with Amon the governor Ahab ordered Micaiah returned.

    Cited in the guide: 1 Kings 22:26; 2 Chronicles 18:25

  • Zedekiah son of Chenaanah

    Prophet who made iron horns

    One of the prophets before Ahab who made iron horns, declared that Ahab would gore the Arameans with them, and struck Micaiah in the face.

    Cited in the guide: 1 Kings 22:11; 1 Kings 22:24; 2 Chronicles 18:10

Cross references (34)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Chronicles 17:5; 2 Chronicles 21:6; 2 Chronicles 19:2; 2 Kings 8:18; 2 Chronicles 22:2–3
  2. 2 2 Kings 9:1; 1 Kings 1:9; 2 Chronicles 19:2; 1 Kings 4:13; Deuteronomy 4:43
  3. 3 2 Kings 3:7; 1 Kings 22:4; Ephesians 5:11; 2 John 10–11; Psalm 139:21
  4. 4 Jeremiah 21:2; 2 Samuel 5:23; 2 Samuel 2:1; 1 Samuel 23:4; 1 Samuel 23:9–12
  5. 5 2 Chronicles 18:14; 2 Chronicles 18:20–21; Micah 3:11; Revelation 19:20; 1 Kings 18:19
  6. 6 1 Kings 22:7–9; 2 Kings 3:11–13
  7. 7 Micah 2:7; Amos 5:10; 1 Kings 18:17; Isaiah 30:10; 1 Kings 21:20
  8. 8 1 Kings 22:9; 1 Chronicles 28:1; 2 Chronicles 18:25–26; Daniel 1:7–8; Isaiah 39:7
  9. 9 Isaiah 14:9; 1 Kings 22:10–12; Ezekiel 26:16; Matthew 11:8; Daniel 7:9
  10. 10 2 Timothy 3:8; Ezekiel 13:7; Jeremiah 28:10–14; Ezekiel 22:28; Zechariah 1:18–21
  11. 11 2 Chronicles 18:5; Micah 3:5; Proverbs 24:24–25; Revelation 16:13–14; Revelation 19:20
  12. 12 Micah 2:6; Isaiah 30:10; Hosea 7:3; Joshua 9:2; Job 22:13
  13. 13 Numbers 22:35; Numbers 24:13; Numbers 22:18–20; 2 Corinthians 2:17; 1 Thessalonians 2:4
  14. 14 Matthew 26:45; Lamentations 4:21; Ecclesiastes 11:1; Amos 4:4–5; 1 Kings 22:15
  15. 15 1 Samuel 14:24; Matthew 26:63; Mark 5:7; Acts 19:13; 1 Kings 22:16
  16. 16 Matthew 9:36; Ezekiel 34:8; Numbers 27:17; 1 Kings 22:17; Ezekiel 34:5–6
  17. 17 Jeremiah 43:2–3; 2 Chronicles 18:7; Proverbs 29:1; 1 Kings 22:18
  18. 18 Daniel 7:9; Isaiah 6:1–5; Acts 7:55–56; Isaiah 39:5; Jeremiah 2:4
  19. 19 Ezekiel 14:9; 2 Chronicles 25:8; Isaiah 54:16; 2 Chronicles 25:19; Proverbs 11:5
  20. 20 Job 1:6; 2 Corinthians 11:3; Job 2:1; 2 Corinthians 11:13–15
  21. 21 John 8:44; 1 Kings 22:21–22; Job 2:6; Job 1:12; Psalm 109:17
  22. 22 Ezekiel 14:9; Isaiah 19:14; Job 12:16; Mark 14:20–21; 2 Chronicles 18:7
  23. 23 Mark 14:65; Jeremiah 20:2; 1 Kings 22:23–25; Isaiah 50:5–6; Micah 5:1
  24. 24 Jeremiah 29:21–22; Jeremiah 29:32; 1 Kings 20:30; Isaiah 26:11; Jeremiah 28:16–17
  25. 25 2 Chronicles 18:8; Jeremiah 38:6–7; 2 Chronicles 34:8; Acts 24:25–27; Jeremiah 37:15–21
  26. 26 2 Chronicles 16:10; Psalm 80:5; Matthew 12:24; Acts 22:22; Matthew 5:12
  27. 27 Micah 1:2; Amos 9:10; Luke 20:45–46; Acts 13:10–11; Matthew 15:10
  28. 28 1 Kings 22:29–33
  29. 29 1 Samuel 28:8; Job 24:15; Proverbs 26:25; Psalm 12:2; 1 Kings 14:2–6
  30. 30 2 Chronicles 15:13; 1 Kings 20:33–34; 1 Kings 20:42; Genesis 19:11; Deuteronomy 1:17
  31. 31 2 Chronicles 13:14; Psalm 118:13; Psalm 34:7; Nehemiah 1:11; Proverbs 21:1
  32. 32 1 Kings 22:33
  33. 33 2 Samuel 15:11; 2 Chronicles 35:23; 1 Kings 22:34–35
  34. 34 Proverbs 13:21; 2 Chronicles 18:27; 2 Chronicles 18:16; Proverbs 28:17; 2 Chronicles 18:19

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences