Skip to the text

Genesis · Brenton's Greek Septuagint

Genesis 24 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
LXX Brenton's Greek Septuagint
WEB World English Bible (Classic, with Deuterocanon)
1 Καὶ Ἁβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν· καὶ Κύριος ηὐλόγησε τὸν Ἁβραὰμ κατὰ πάντα.
1 Abraham was old, and well advanced in age. Yahweh had blessed Abraham in all things.
2 Καὶ εἶπεν Ἁβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ, τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ, θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου.
2 Abraham said to his servant, the elder of his house, who ruled over all that he had, “Please put your hand under my thigh.
3 Καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθʼ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοις.
3 I will make you swear by Yahweh, the God of heaven and the God of the earth, that you shall not take a wife for my son of the daughters of the Canaanites, among whom I live.
4 Ἀλλʼ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
4 But you shall go to my country, and to my relatives, and take a wife for my son Isaac.”
5 Εἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς, μή ποτε οὐ βούληται ἡ γυνὴ πορευθῆναι μετʼ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην, ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν;
5 The servant said to him, “What if the woman isn’t willing to follow me to this land? Must I bring your son again to the land you came from?”
6 Εἶπε δὲ πρὸς αὐτὸν Ἁβραάμ, πρόσεχε σεαυτῷ μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ.
6 Abraham said to him, “Beware that you don’t bring my son there again.
7 Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καἰ ἐκ τῆς γῆς ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι, καὶ ὃς ὤμοσέ μοι, λέγων, σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν Ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
7 Yahweh, the God of heaven—who took me from my father’s house, and from the land of my birth, who spoke to me, and who swore to me, saying, ‘I will give this land to your offspring—he will send his angel before you, and you shall take a wife for my son from there.
8 Ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου μου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ.
8 If the woman isn’t willing to follow you, then you shall be clear from this oath to me. Only you shall not bring my son there again.”
9 Καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Ἁβραὰμ τοῦ κυρίου αὐτοῦ, καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου.
9 The servant put his hand under the thigh of Abraham his master, and swore to him concerning this matter.
10 Καὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ, καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθʼ ἑαυτοῦ· καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ.
10 The servant took ten of his master’s camels, and departed, having a variety of good things of his master’s with him. He arose, and went to Mesopotamia, to the city of Nahor.
11 Καὶ ἐκοίμησε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι.
11 He made the camels kneel down outside the city by the well of water at the time of evening, the time that women go out to draw water.
12 Καὶ εἶπε, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον, καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
12 He said, “Yahweh, the God of my master Abraham, please give me success today, and show kindness to my master Abraham.
13 Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ.
13 Behold, I am standing by the spring of water. The daughters of the men of the city are coming out to draw water.
14 Καὶ ἔσται ἡ παρθένος ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου τῷ Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
14 Let it happen, that the young lady to whom I will say, ‘Please let down your pitcher, that I may drink,’ then she says, ‘Drink, and I will also give your camels a drink,’—let her be the one you have appointed for your servant Isaac. By this I will know that you have shown kindness to my master.”
15 Καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουήλ, υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχώρ, ἀδελφοῦ δὲ Ἁβραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
15 Before he had finished speaking, behold, Rebekah came out, who was born to Bethuel the son of Milcah, the wife of Nahor, Abraham’s brother, with her pitcher on her shoulder.
16 Ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν· καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν, ἔπλησε τὴν ὑδρίαν αὐτῆς, καὶ ἀνέβη.
16 The young lady was very beautiful to look at, a virgin. No man had known her. She went down to the spring, filled her pitcher, and came up.
17 Ἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς, καὶ εἶπε, Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.
17 The servant ran to meet her, and said, “Please give me a drink, a little water from your pitcher.”
18 Ἡ δὲ εἶπε, πίε, κύριε· καὶ ἔσπευσε καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς, καὶ ἐπότισεν αὐτὸν, ἕων ἐπαύσατο πίνων.
18 She said, “Drink, my lord.” She hurried, and let down her pitcher on her hand, and gave him a drink.
19 Καὶ εἶπε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι.
19 When she had finished giving him a drink, she said, “I will also draw for your camels, until they have finished drinking.”
20 Καὶ ἔσπευσε καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον· καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι πάλιν· καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.
20 She hurried, and emptied her pitcher into the trough, and ran again to the well to draw, and drew for all his camels.
21 Ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτήν· καὶ παρεσιώπα τοῦ γνῶναι εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ.
21 The man looked steadfastly at her, remaining silent, to know whether Yahweh had made his journey prosperous or not.
22 Ἐγένετο δὲ ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς, καὶ δύο ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν.
22 As the camels had finished drinking, the man took a golden ring of half a shekel weight, and two bracelets for her hands of ten shekels weight of gold,
23 Καὶ ἐπηρώτησεν αὐτὴν, καὶ εἶπε, θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι, εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν του καταλῦσαι.
23 and said, “Whose daughter are you? Please tell me. Is there room in your father’s house for us to stay?”
24 Ἡ δὲ εἶπεν αὐτῷ, θυγάτηρ Βαθουήλ εἰμι τοῦ Μελχάς, ὃν ἔτεκε τῷ Ναχώρ.
24 She said to him, “I am the daughter of Bethuel the son of Milcah, whom she bore to Nahor.”
25 Καὶ εἶπεν αὐτῷ, Καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρʼ ἡμῖν, καὶ τόπος τοῦ καταλῦσαι.
25 She said moreover to him, “We have both straw and feed enough, and room to lodge in.”
26 Καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ
26 The man bowed his head, and worshiped Yahweh.
27 Καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, ὃς οὐκ ἐγκατέλειπε τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὴν ἀλήθειαν, ἀπὸ τοῦ κυρίου μου· ἐμὲ τʼ εὐώδωκε Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
27 He said, “Blessed be Yahweh, the God of my master Abraham, who has not forsaken his loving kindness and his truth toward my master. As for me, Yahweh has led me on the way to the house of my master’s relatives.”
28 Καὶ δραμοῦσα ἡ παῖς ἀνήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς, κατὰ τὰ ῥήματα ταῦτα.
28 The young lady ran, and told her mother’s house about these words.
29 Τῇ δὲ Ῥεβέκκᾷ ἀδελφὸς ἦν, ᾧ ὄνομα Λάβαν· καὶ ἔδραμε Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν.
29 Rebekah had a brother, and his name was Laban. Laban ran out to the man, to the spring.
30 Καὶ ἐγένετο ἡνίκα εἶδε τὰ ἐνώτια, καὶ τὰ ψέλλια ἐν ταῖς χερσὶ τῆς ἀδελφῆς αὐτοῦ, καὶ ὅτε ἤκουσε τὰ ῥήματα Ῥεβέκκας τῆς ἀδελφῆς αὐτοῦ, λεγούσης, οὕτω λελάληκέ μοι ὁ ἄνθρωπος, καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον, ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς.
30 When he saw the ring, and the bracelets on his sister’s hands, and when he heard the words of Rebekah his sister, saying, “This is what the man said to me,” he came to the man. Behold, he was standing by the camels at the spring.
31 Καὶ εἶπεν αὐτῷ, δεῦρο εἴσελθε, εὐλογητὸς Κυροίυ· ἱνατί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν, καὶ τόπον ταῖς καμήλοις.
31 He said, “Come in, you blessed of Yahweh. Why do you stand outside? For I have prepared the house, and room for the camels.”
32 Εἰσῆλθε δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν, καὶ ἀπέσαξε τὰς καμήλους· καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις, καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ, καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετʼ αὐτοῦ.
32 The man came into the house, and he unloaded the camels. He gave straw and feed for the camels, and water to wash his feet and the feet of the men who were with him.
33 Καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν· καὶ εἶπεν, οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου· καὶ εἶπεν, λάλησον.
33 Food was set before him to eat, but he said, “I will not eat until I have told my message.” Laban said, “Speak on.”
34 Καὶ εἶπε, παῖς Ἁβραὰμ ἐγώ εἰμι.
34 He said, “I am Abraham’s servant.
35 Κύριος δὲ ηὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· καὶ ἔδωκεν αὐτῷ πρόβατα, καὶ μόσχους, καὶ ἀργύριον, καὶ χρυσίον, παῖδας, καὶ παιδίσκας, καμήλους, καὶ ὄνους.
35 Yahweh has blessed my master greatly. He has become great. Yahweh has given him flocks and herds, silver and gold, male servants and female servants, and camels and donkeys.
36 Καὶ ἔτεκε Σάῤῥα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηράσαι αὐτόν· καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ.
36 Sarah, my master’s wife, bore a son to my master when she was old. He has given all that he has to him.
37 Καὶ ὥρκισέ με ὁ κύριός μου, λέγων, οὐ λήμψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν.
37 My master made me swear, saying, ‘You shall not take a wife for my son from the daughters of the Canaanites, in whose land I live,
38 Ἀλλʼ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
38 but you shall go to my father’s house, and to my relatives, and take a wife for my son.’
39 Εἶπα δὲ τῷ κυρίῳ μου, μήποτε οὐ πορεύσεται ἡ γυνὴ μετʼ ἐμοῦ.
39 I asked my master, ‘What if the woman will not follow me?’
40 Καὶ εἶπέ μοι, Κύριος ὁ Θεὸς ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἐξαποστελεῖ τὸν Ἀγγελον αὐτοῦ μετὰ σοῦ, καὶ εὐοδώσει τὴν ὁδόν σου· καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
40 He said to me, ‘Yahweh, before whom I walk, will send his angel with you, and prosper your way. You shall take a wife for my son from my relatives, and of my father’s house.
41 Τότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν φυλήν μου, καὶ μή σοι δῶσι, καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου.
41 Then you will be clear from my oath, when you come to my relatives. If they don’t give her to you, you shall be clear from my oath.’
42 Καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραὰμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἐν ᾗ νῦν ἐγὼ πορεύομαι ἐν αὐτῇ,
42 I came today to the spring, and said, ‘Yahweh, the God of my master Abraham, if now you do prosper my way which I go—
43 ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐκπορεύονται ἀντλῆσαι ὕδωρ· καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, πότισόν με ἐκ τῆς ὑδρίας σου μικρὸν ὕδωρ,
43 behold, I am standing by this spring of water. Let it happen, that the maiden who comes out to draw, to whom I will say, “Please give me a little water from your pitcher to drink,”
44 καὶ εἴπῃ μοι, καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνὴ ἣν ἡτοίμασε Κύριος τῷ ἑαυτοῦ θεράποντι Ἰσαάκ· καὶ ἐν τούτῳ γνώσομαι, ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Ἁβραάμ.
44 then she tells me, “Drink, and I will also draw for your camels,”—let her be the woman whom Yahweh has appointed for my master’s son.’
45 Καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ μου, εὐθὺς Ῥεβέκκα ἐξεπορεύετο, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων· καὶ κατέβη ἐπὶ τὴν πηγὴν, καὶ ὑδρεύσατο· εἶπα δὲ αὐτῇ, πότισόν με.
45 Before I had finished speaking in my heart, behold, Rebekah came out with her pitcher on her shoulder. She went down to the spring, and drew. I said to her, ‘Please let me drink.’
46 Καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς ἀφʼ ἑαυτῆς, καὶ εἶπε, πίε σὺ, καὶ τὰς καμήλους σου ποτιῶ· καὶ ἔπιον, καὶ τὰς καμήλους ἐπότισε.
46 She hurried and let down her pitcher from her shoulder, and said, ‘Drink, and I will also give your camels a drink.’ So I drank, and she also gave the camels a drink.
47 Καὶ ἠρώτησα αὐτὴν, καὶ εἶπα, θυγάτηρ τίνος εἶ, ἀναγγειλόν μοι· ἡ δὲ ἔφη, θυγάτηρ Βαθουὴλ εἰμὶ υἱοῦ τοῦ Ναχὼρ, ὃν ἔτεκεν αὐτῷ Μελχά· καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια, καὶ τὰ ψέλλια περὶ τὰς χεῖρας αὐτῆς.
47 I asked her, and said, ‘Whose daughter are you?’ She said, ‘The daughter of Bethuel, Nahor’s son, whom Milcah bore to him.’ I put the ring on her nose, and the bracelets on her hands.
48 Καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ, καὶ εὐλόγησα Κύριον τὸν Θεὸν τοῦ κυρίου μου Ἁβραὰμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
48 I bowed my head, and worshiped Yahweh, and blessed Yahweh, the God of my master Abraham, who had led me in the right way to take my master’s brother’s daughter for his son.
49 Εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου· εἰ δὲ μὴ, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἤ ἀριστεράν.
49 Now if you will deal kindly and truly with my master, tell me. If not, tell me, that I may turn to the right hand, or to the left.”
50 Ἀποκριθεὶς δὲ Λάβαν καὶ Βαθουὴλ εἶπαν, παρὰ κυρίου ἐξῆλθε τὸ πρᾶγμα τοῦτο· οὐ δυνησόμεθά σοι ἀντειπεῖν κακὸν ἢ καλόν.
50 Then Laban and Bethuel answered, “The thing proceeds from Yahweh. We can’t speak to you bad or good.
51 Ἰδοὺ Ῥεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε· καὶ ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος.
51 Behold, Rebekah is before you. Take her, and go, and let her be your master’s son’s wife, as Yahweh has spoken.”
52 Ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τοῦ Ἁβραὰμ τῶν ῥημάτων αὐτῶν, προσεκύνησεν ἐπὶ τὴν γῆν τῷ κυρίῳ.
52 When Abraham’s servant heard their words, he bowed himself down to the earth to Yahweh.
53 καὶ ἐξενέγκας ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν, ἔδωκε τῇ Ῥεβέκκᾳ· καὶ δῶρα ἔδωκε τῷ ἀδελφῷ αὐτῆς, καὶ τῇ μητρὶ αὐτῆς.
53 The servant brought out jewels of silver, and jewels of gold, and clothing, and gave them to Rebekah. He also gave precious things to her brother and her mother.
54 Καὶ ἔφαγον καὶ ἔπιον καὶ αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετʼ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν· καὶ ἀναστὰς τὸ πρωῒ εἶπεν, ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
54 They ate and drank, he and the men who were with him, and stayed all night. They rose up in the morning, and he said, “Send me away to my master.”
55 Εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς, καὶ ἡ μήτηρ, μεινάτω ἡ παρθένος μεθʼ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται.
55 Her brother and her mother said, “Let the young lady stay with us a few days, at least ten. After that she will go.”
56 Ὁ δὲ εἶπε πρὸς αὐτοὺς, μὴ κατέχετέ με· καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου ἐν ἐμοί· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
56 He said to them, “Don’t hinder me, since Yahweh has prospered my way. Send me away that I may go to my master.”
57 Οἱ δὲ εἶπαν, Καλέσωμεν τὴν παῖδα, καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς.
57 They said, “We will call the young lady, and ask her.”
58 Καὶ ἐκάλεσαν τὴν Ῥεβέκκαν, καὶ εἶπαν αὐτῇ, πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου; ἡ δὲ εἶπε, πορεύσομαι.
58 They called Rebekah, and said to her, “Will you go with this man?” She said, “I will go.”
59 Καὶ ἐξέπεμψαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν, καὶ τὰ ὑπάρχοντα αὐτῆς, καὶ τὸν παῖδα τοῦ Ἁβραὰμ, καὶ τοὺς μετʼ αὐτοῦ.
59 They sent away Rebekah, their sister, with her nurse, Abraham’s servant, and his men.
60 Καὶ εὐλόγησαν Ῥεβέκκαν, καὶ εἶπαν αὐτῇ, ἀδελφὴ ἡμῶν εἶ, γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
60 They blessed Rebekah, and said to her, “Our sister, may you be the mother of thousands of ten thousands, and let your offspring possess the gate of those who hate them.”
61 Ἀναστᾶσα δὲ Ῥεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους, καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου· καὶ ἀναλαβὼν ὁ παῖς τὴν Ῥεβέκκαν ἀπῆλθεν.
61 Rebekah arose with her ladies. They rode on the camels, and followed the man. The servant took Rebekah, and went his way.
62 Ἰσαὰκ δὲ διεπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατῴκει ἐν τῇ γῇ τῇ πρὸς Λίβα.
62 Isaac came from the way of Beer Lahai Roi, for he lived in the land of the South.
63 Καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καμήλους ἐρχομένας.
63 Isaac went out to meditate in the field at the evening. He lifted up his eyes and looked. Behold, there were camels coming.
64 Καὶ ἀναβλέψασα Ῥεβέκκα τοῖς ὀφθαλμοῖς εἶδε τὸν Ἰσαάκ· καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου.
64 Rebekah lifted up her eyes, and when she saw Isaac, she got off the camel.
65 Καὶ εἶπε τῷ παιδὶ, τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπε δὲ ὁ παῖς, οὗτός ἐστιν ὁ κύριός μου· ἡ δὲ λαβοῦσα τὸ θέριστρον, περιεβάλετο.
65 She said to the servant, “Who is the man who is walking in the field to meet us?” The servant said, “It is my master.” She took her veil, and covered herself.
66 Καὶ διηγήσατο ὁ παῖς τῷ Ἰσαὰκ πάντα τὰ ῥήματα, ἃ ἐποίησεν.
66 The servant told Isaac all the things that he had done.
67 Εἰσῆλθε δὲ Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ, καὶ ἔλαβε τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνὴ, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάῤῥας τῆς μητρὸς αὐτοῦ.
67 Isaac brought her into his mother Sarah’s tent, and took Rebekah, and she became his wife. He loved her. So Isaac was comforted after his mother’s death.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Abraham

    Father of nations

    Called by God, he left home in faith to become the father of a chosen people.

    Cited in the guide: Genesis 12–25

  • Bethuel

    Father of Rebekah and Laban

    The last-named of Milcah's eight sons by Nahor and the father of Rebekah and Laban, who with Laban agreed to Rebekah's marriage to Isaac.

    Cited in the guide: Genesis 22:22–23; Genesis 24:15; Genesis 24:50

  • Isaac

    Child of promise

    The long-promised son, nearly offered on Moriah, through whom the covenant continued.

    Cited in the guide: Genesis 21–27

  • Laban

    Rebekah's brother; Jacob's father-in-law

    Bethuel's son and Rebekah's brother, who welcomed Abraham's servant, later became Jacob's uncle and father-in-law, deceived him by giving him Leah, and pursued him to Gilead when…

    Cited in the guide: Genesis 24:29; Genesis 25:20; Genesis 29:13

  • Rebekah

    Matriarch, mother of twins

    Wife of Isaac and mother of the twins Jacob and Esau.

    Cited in the guide: Genesis 24-27

Cross references (62)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Psalm 112:1–3; Genesis 13:2; Proverbs 10:22; Galatians 3:9; Matthew 6:33
  2. 2 Genesis 47:29; Genesis 39:4–6; Genesis 15:2; Genesis 24:9–10; Genesis 44:1
  3. 3 Genesis 26:34–35; 2 Corinthians 6:14–17; Nehemiah 13:25; Deuteronomy 7:3–4; Genesis 28:8
  4. 4 Genesis 28:2; Genesis 22:20–23; Genesis 12:7; Genesis 11:25–12:1
  5. 5 Jeremiah 4:2; Genesis 24:58; Proverbs 13:16; Exodus 20:7; Exodus 9:2
  6. 6 2 Peter 2:20–22; Galatians 5:1; Hebrews 10:39; Hebrews 11:9; Hebrews 11:13–16
  7. 7 Psalm 34:7; Exodus 33:2; Genesis 13:15; Hebrews 1:14; Exodus 23:20–23
  8. 8 Joshua 2:17–20; Numbers 30:5; Numbers 30:8; Acts 7:2; Joshua 9:20
  9. 9 Genesis 24:2
  10. 10 Genesis 11:31; Deuteronomy 23:4; Genesis 24:2; Genesis 39:4–6; Acts 2:9
  11. 11 1 Samuel 9:11; Exodus 2:16; John 4:7; Genesis 33:13–14; Genesis 24:13–20
  12. 12 Genesis 24:27; Exodus 3:6; Genesis 26:24; Psalm 122:6; Genesis 24:42
  13. 13 Genesis 24:43; Psalm 37:5; Judges 5:11; Genesis 24:11; John 4:7
  14. 14 Judges 6:37; Judges 6:17; Genesis 15:8; 2 Samuel 5:24; Proverbs 19:14
  15. 15 Genesis 11:29; Genesis 24:45; Isaiah 65:24; Psalm 65:2; Daniel 9:20–23
  16. 16 Genesis 26:7; Genesis 39:6; Numbers 31:17–18; Genesis 4:1
  17. 17 John 4:7; 1 Kings 17:10; Isaiah 21:14; Genesis 26:1–35; Isaiah 35:6–7
  18. 18 1 Peter 3:8; Proverbs 31:26; 1 Peter 4:8–9; Genesis 24:14
  19. 19 Genesis 24:14; Genesis 24:45–46; 1 Peter 4:9
  20. 21 Psalm 107:43; Genesis 24:12; Luke 2:51; 2 Samuel 7:18–20; Luke 2:19
  21. 22 Ezekiel 16:11–12; Exodus 32:2–3; Genesis 23:15–16; Genesis 24:30; Genesis 24:47
  22. 24 Genesis 24:15; Genesis 22:23; Genesis 11:29; Genesis 22:20
  23. 25 1 Peter 4:9; Isaiah 32:8; Judges 19:19–21; Genesis 18:4–8
  24. 26 Genesis 24:48; Genesis 24:52; Exodus 4:31; Exodus 12:27; 2 Chronicles 20:18
  25. 27 Genesis 24:48; Genesis 32:10; Psalm 98:3; Ruth 4:14; Genesis 24:12
  26. 28 Genesis 31:33; Genesis 24:48; Genesis 24:55; Genesis 24:67
  27. 29 Genesis 29:5; Genesis 24:55; Genesis 29:13; Genesis 24:60
  28. 31 Ruth 3:10; Genesis 26:29; Psalm 115:15; Judges 17:2; Proverbs 18:16
  29. 32 Judges 19:21; Genesis 43:24; Genesis 18:4; Luke 7:44; Genesis 19:2
  30. 33 Psalm 132:3–5; Ephesians 6:5–8; 1 Timothy 6:2; Ecclesiastes 9:10; Job 23:12
  31. 35 Genesis 13:2; Genesis 24:1; Psalm 107:38; Proverbs 10:22; Genesis 12:16
  32. 36 Genesis 25:5; Genesis 21:10; Genesis 21:1–7; Genesis 17:15–19; Romans 4:19
  33. 37 Ezra 9:1–3; Genesis 24:2–9; Genesis 27:46; Genesis 6:2
  34. 38 Genesis 24:4; Genesis 31:19; Genesis 12:1
  35. 39 Genesis 24:5
  36. 40 Exodus 23:20; Psalm 16:8; Genesis 5:24; Exodus 33:2; Genesis 17:1
  37. 41 Genesis 24:8; Deuteronomy 29:12
  38. 42 Nehemiah 1:11; Genesis 24:12–14; Psalm 90:17; Romans 1:10; Psalm 37:5
  39. 43 Genesis 24:13–14
  40. 44 Genesis 24:14; Proverbs 18:22; Proverbs 16:33; Hebrews 13:2; Genesis 2:22
  41. 45 Genesis 24:15–20; Acts 10:30; Matthew 7:7; Isaiah 65:24; Daniel 9:23
  42. 46 Genesis 24:18–19
  43. 47 Ezekiel 16:10–13; Isaiah 62:3–5; Genesis 24:22–24; Psalm 45:13–14; Genesis 24:53
  44. 48 Genesis 24:26–27; Proverbs 3:5–6; Psalm 32:8; Psalm 48:14; Isaiah 48:17
  45. 49 Genesis 47:29; Joshua 2:14; Proverbs 3:3; Genesis 32:10; Numbers 20:17
  46. 50 Psalm 118:23; Genesis 31:24; Genesis 31:29; 2 Samuel 13:22; Mark 12:11
  47. 51 Genesis 20:15; Genesis 24:15; 2 Samuel 16:10
  48. 52 Genesis 24:26; Genesis 24:48; Psalm 116:1–2; Psalm 95:6; 1 Chronicles 29:20
  49. 53 Genesis 24:22; Genesis 24:10; Exodus 12:35; Exodus 11:2; Exodus 3:22
  50. 54 Genesis 24:56; Genesis 24:59; Genesis 45:24; 2 Samuel 18:19; Genesis 28:5–6
  51. 55 Leviticus 25:29; Genesis 4:3; Judges 14:8
  52. 56 Isaiah 48:15; Proverbs 25:25; Joshua 1:8; Genesis 45:9–13
  53. 58 Luke 1:38; Psalm 45:10–11
  54. 59 Genesis 35:8; Genesis 24:60; Genesis 24:53; 1 Thessalonians 2:5; Numbers 11:12
  55. 60 Genesis 22:17; Genesis 17:16; Ruth 4:11–12; Genesis 28:3; Genesis 48:15–16
  56. 61 Psalm 45:10; Genesis 2:24; Esther 8:10; Genesis 31:34; Esther 8:14
  57. 62 Genesis 16:14; Genesis 25:11; Genesis 20:1; Genesis 12:9
  58. 63 Psalm 119:15; Psalm 143:5–6; Psalm 104:34; Psalm 1:2; Joshua 1:8
  59. 64 Joshua 15:18; Judges 1:14
  60. 65 1 Timothy 2:9; 1 Corinthians 11:5–6; 1 Corinthians 11:10; Genesis 20:16
  61. 66 Mark 6:30
  62. 67 Song of Songs 8:2; Ephesians 5:22–33; Genesis 23:1–2; Genesis 29:18; Genesis 18:9–10

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 24:10 Augustine of Hippo, The City of God (Book XVI, Chapters 12–15)

    … take a wife for his son Isaac, we find it thus written: "And the servant took ten camels of the camels of his lord, and of all the goods of his lord, with him; and arose, and went into Mesopotamia, into the city of Nahor." This and other testimonies of this sacred history show that Nahor, Abraham's brother, had also …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  2. Quotes verse 24:2 Augustine of Hippo, The City of God (Book XVI, Chapters 33–36)

    … to that servant, "Put thy hand under my thigh, and I will make thee swear by the Lord, the God of heaven, and the Lord of the earth, that thou shalt not take a wife unto my son Isaac of the daughters of the Canaanites," what else was pointed out by this, but that the Lord, the God of heaven, …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Quotes verse 24:2–4 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter VIII — 48-59)

    … knew, that it was not offspring after the flesh he desired, nor anything of a carnal kind concerning his race that was referred to, he said to the servant whom he sent, "Put thy hand under my thigh, and swear by the God of heaven." What connection has the God of heaven with Abraham's thigh?

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)