Vamvas Modern Greek Bible: Vamvas (1850) PT1904 Patriarchal Text 1904 (accented, eBible edition) 1 Μετά ταύτα ανεχώρησεν ο Ιησούς πέραν της θαλάσσης της Γαλιλαίας της Τιβεριάδος· 1 Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος·
2 και ηκολούθει αυτόν όχλος πολύς, διότι έβλεπον τα θαύματα αυτού, τα οποία έκαμνεν επί των ασθενούντων. 2 καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, ὅτι ἑώρων αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
3 Ανέβη δε εις το όρος ο Ιησούς και εκεί εκάθητο μετά των μαθητών αυτού. 3 ἀνῆλθε δὲ εἰς τὸ ὄρος ὁ Ἰησοῦς καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.
4 Επλησίαζε δε το πάσχα, η εορτή των Ιουδαίων. 4 ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.
5 Υψώσας λοιπόν ο Ιησούς τους οφθαλμούς και ιδών ότι πολύς όχλος έρχεται προς αυτόν, λέγει προς τον Φίλιππον· Πόθεν θέλομεν αγοράσει άρτους, διά να φάγωσιν ούτοι; 5 ἐπάρας οὖν ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτόν, λέγει πρὸς τὸν Φίλιππον· πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι;
6 Έλεγε δε τούτο δοκιμάζων αυτόν· διότι αυτός ήξευρε τι έμελλε να κάμη. 6 τοῦτο δὲ ἔλεγε πειράζων αὐτόν· αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.
7 Απεκρίθη προς αυτόν ο Φίλιππος· Διακοσίων δηναρίων άρτοι δεν αρκούσιν εις αυτούς, διά να λάβη ολίγον τι έκαστος αυτών. 7 ἀπεκρίθη αὐτῷ Φίλιππος· διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα ἕκαστος αὐτῶν βραχύ τι λάβῃ.
8 Λέγει προς αυτόν εις εκ των μαθητών αυτού, Ανδρέας ο αδελφός Σίμωνος Πέτρου· 8 λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου·
9 Εδώ είναι εν παιδάριον, το οποίον έχει πέντε άρτους κριθίνους και δύο οψάρια· αλλά ταύτα τι είναι εις τοσούτους; 9 ἔστι παιδάριον ἓν ὧδε, ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;
10 Είπε δε ο Ιησούς· Κάμετε τους ανθρώπους να καθήσωσιν· ήτο δε χόρτος πολύς εν τω τόπω. Εκάθησαν λοιπόν οι άνδρες τον αριθμόν έως πεντακισχίλιοι. 10 εἶπε δὲ ὁ Ἰησοῦς· ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν· ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι.
11 Και έλαβεν ο Ιησούς τους άρτους και ευχαριστήσας διεμοίρασεν εις τους μαθητάς, οι δε μαθηταί εις τους καθημένους· ομοίως και εκ των οψαρίων όσον ήθελον. 11 ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς καὶ εὐχαριστήσας διέδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ἀνακειμένοις· ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον.
12 Αφού δε εχορτάσθησαν, λέγει προς τους μαθητάς αυτούς· Συνάξατε τα περισσεύσαντα κλάσματα, διά να μη χαθή τίποτε. 12 ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.
13 Εσύναξαν λοιπόν και εγέμισαν δώδεκα κοφίνους κλασμάτων εκ των πέντε άρτων των κριθίνων, τα οποία επερίσσευσαν εις τους φαγόντας. 13 συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἃ ἐπερίσσευσε τοῖς βεβρωκόσιν.
14 Οι άνθρωποι λοιπόν, ιδόντες το θαύμα, το οποίον έκαμεν ο Ιησούς, έλεγον ότι Ούτος είναι αληθώς ο προφήτης ο μέλλων να έλθη εις τον κόσμον. 14 Οἱ οὖν ἄνθρωποι, ἰδόντες ὃ ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.
15 Ο Ιησούς λοιπόν γνωρίσας ότι μέλλουσι να έλθωσι και να αρπάσωσιν αυτόν, διά να κάμωσιν αυτόν βασιλέα, ανεχώρησε πάλιν εις το όρος αυτός μόνος. 15 Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησε πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
16 Καθώς δε έγεινεν εσπέρα, κατέβησαν οι μαθηταί αυτού εις την θάλασσαν, 16 Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,
17 και εμβάντες εις το πλοίον, ήρχοντο πέραν της θαλάσσης εις Καπερναούμ. Και είχεν ήδη γείνει σκότος και ο Ιησούς δεν είχεν ελθεί προς αυτούς, 17 καὶ ἐμβάντες εἰς τὸ πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς,
18 και η θάλασσα υψόνετο, επειδή έπνεε δυνατός άνεμος. 18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο.
19 Αφού λοιπόν εκωπηλάτησαν ως εικοσιπέντε ή τριάκοντα στάδια βλέπουσι τον Ιησούν περιπατούντα επί της θαλάσσης και πλησιάζοντα εις το πλοίον, και εφοβήθησαν. 19 ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.
20 Εκείνος δε λέγει προς αυτούς· Εγώ είμαι· μη φοβείσθε. 20 ὁ δὲ λέγει αὐτοῖς· ἐγώ εἰμι· μὴ φοβεῖσθε.
21 Ήθελον λοιπόν να λάβωσιν αυτόν εις το πλοίον, και παρευθύς το πλοίον έφθασεν εις την γην, εις την οποίαν υπήγαινον. 21 ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
22 Τη επαύριον ο όχλος ο ιστάμενος πέραν της θαλάσσης ότε είδεν ότι πλοιάριον άλλο δεν ήτο εκεί ειμή εν, εκείνο εις το οποίον εισήλθον οι μαθηταί αυτού, και ότι ο Ιησούς δεν εισήλθε μετά των μαθητών αυτού εις το πλοιάριον, αλλά μόνοι οι μαθηταί αυτού ανεχώρησαν· 22 Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης ἰδὼν ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν ἐκεῖνο εἰς ὃ ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθε τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς εἰς τὸ πλοιάριον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·
23 ήλθον δε άλλα πλοιάρια εκ της Τιβεριάδος πλησίον του τόπου, όπου έφαγον τον άρτον, αφού ο Κύριος ευχαρίστησεν· 23 ἄλλα δὲ ἦλθε πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς τοῦ τόπου, ὅπου ἔφαγον τὸν ἄρτον εὐχαριστήσαντος τοῦ Κυρίου·
24 ότε λοιπόν είδεν ο όχλος ότι ο Ιησούς δεν είναι εκεί, ουδέ οι μαθηταί αυτού, εισήλθον και αυτοί εις τα πλοία και ήλθον εις Καπερναούμ ζητούντες τον Ιησούν. 24 ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοῖα καὶ ἦλθον εἰς Καπερναοὺμ ζητοῦντες τὸν Ἰησοῦν.
25 Και ευρόντες αυτόν πέραν της θαλάσσης, είπον προς αυτόν· Ραββί, πότε ήλθες εδώ; 25 καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης εἶπον αὐτῷ· ῥαββί, πότε ὧδε γέγονας;
26 Απεκρίθη προς αυτούς ο Ιησούς και είπεν· Αληθώς, αληθώς σας λέγω, με ζητείτε, ουχί διότι είδετε θαύματα, αλλά διότι εφάγετε εκ των άρτων και εχορτάσθητε. 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾽ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
27 Εργάζεσθε μη διά την τροφήν την φθειρομένην, αλλά διά την τροφήν την μένουσαν εις ζωήν αιώνιον, την οποίαν ο Υιός του ανθρώπου θέλει σας δώσει· διότι τούτον εσφράγισεν ο Πατήρ ο Θεός. 27 ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ Θεός.
28 Είπον λοιπόν προς αυτόν· Τι να κάμωμεν, διά να εργαζώμεθα τα έργα του Θεού; 28 εἶπον οὖν πρὸς αὐτόν· τί ποιῶμεν ἵνα ἐργαζώμεθα τά ἔργα τοῦ Θεοῦ;
29 Απεκρίθη ο Ιησούς και είπε προς αυτούς· Τούτο είναι το έργον του Θεού, να πιστεύσητε εις τούτον, τον οποίον εκείνος απέστειλε. 29 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
30 Τότε είπον προς αυτόν· Τι σημείον λοιπόν κάμνεις συ, διά να ίδωμεν και πιστεύσωμεν εις σε; τι εργάζεσαι; 30 εἶπον οὖν αὐτῷ· τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;
31 οι πατέρες ημών έφαγον το μάννα εν τη ερήμω, καθώς είναι γεγραμμένον· Άρτον εκ του ουρανού έδωκεν εις αυτούς να φάγωσιν. 31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.
32 Είπε λοιπόν προς αυτούς ο Ιησούς· Αληθώς, αληθώς σας λέγω, δεν έδωκεν εις εσάς τον άρτον εκ του ουρανού ο Μωϋσής, αλλ' ο Πατήρ μου σας δίδει τον άρτον εκ του ουρανού τον αληθινόν. 32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾽ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.
33 Διότι ο άρτος του Θεού είναι ο καταβαίνων εκ του ουρανού και δίδων ζωήν εις τον κόσμον. 33 ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
34 Είπον λοιπόν προς αυτόν· Κύριε, πάντοτε δος εις ημάς τον άρτον τούτον. 34 εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.
35 Και είπε προς αυτούς ο Ιησούς· Εγώ είμαι ο άρτος της ζωής· όστις έρχεται προς εμέ, δεν θέλει πεινάσει, και όστις πιστεύει εις εμέ, δεν θέλει διψήσει πώποτε. 35 εἶπε δὲ αὐτοῖς ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσῃ πώποτε.
36 Πλην σας είπον ότι και με είδετε και δεν πιστεύετε. 36 ἀλλ᾽ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε.
37 Παν ό,τι μοι δίδει ο Πατήρ, προς εμέ θέλει ελθεί, και τον ερχόμενον προς εμέ δεν θέλω εκβάλει έξω· 37 Πᾶν ὃ δίδωσί μοι ὁ πατήρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω·
38 διότι κατέβην εκ του ουρανού, ουχί διά να κάμω το θέλημα το εμόν, αλλά το θέλημα του πέμψαντός με. 38 ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
39 Τούτο δε είναι το θέλημα του πέμψαντός με Πατρός, παν ό,τι μοι έδωκε να μη απολέσω ουδέν εξ αυτού, αλλά να αναστήσω αυτό εν τη εσχάτη ημέρα. 39 τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με πατρός, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
40 Και τούτο είναι το θέλημα του πέμψαντός με, πας όστις βλέπει τον Υιόν και πιστεύει εις αυτόν να έχη ζωήν αιώνιον, και εγώ θέλω αναστήσει αυτόν εν τη εσχάτη ημέρα. 40 τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.
41 Εγόγγυζον λοιπόν οι Ιουδαίοι περί αυτού ότι είπεν, Εγώ είμαι ο άρτος ο καταβάς εκ του ουρανού, 41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν, ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ,
42 και έλεγον· δεν είναι ούτος Ιησούς ο υιός του Ιωσήφ, του οποίου ημείς γνωρίζομεν τον πατέρα και την μητέρα; πως λοιπόν λέγει ούτος ότι εκ του ουρανού κατέβην; 42 καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει οὗτος ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;
43 Απεκρίθη λοιπόν ο Ιησούς και είπε προς αυτούς· Μη γογγύζετε μεταξύ σας. 43 ἀπεκρίθη οὖν ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· μὴ γογγύζετε μετ᾽ ἀλλήλων.
44 Ουδείς δύναται να έλθη προς εμέ, εάν δεν ελκύση αυτόν ο Πατήρ ο πέμψας με, και εγώ θέλω αναστήσει αυτόν εν τη εσχάτη ημέρα. 44 οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, καὶ ἐγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
45 Είναι γεγραμμένον εν τοις προφήταις· Και πάντες θέλουσιν είσθαι διδακτοί του Θεού. Πας λοιπόν, όστις ακούση παρά του Πατρός και μάθη, έρχεται προς εμέ· 45 ἔστι γεγραμμένον ἐν τοῖς προφήταις· καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. πᾶς ὁ ἀκούων παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρός με·
46 ουχί ότι είδε τις τον Πατέρα, ειμή εκείνος όστις είναι παρά του Θεού, ούτος είδε τον Πατέρα. 46 οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα.
47 Αληθώς αληθώς, σας λέγω, Ο πιστεύων εις εμέ έχει ζωήν αιώνιον. 47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον.
48 Εγώ είμαι ο άρτος της ζωής. 48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
49 Οι πατέρες σας έφαγον το μάννα εν τη ερήμω και απέθανον· 49 οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον·
50 ούτος είναι ο άρτος ο καταβαίνων εκ του ουρανού, διά να φάγη τις εξ αυτού και να μη αποθάνη. 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ.
51 Εγώ είμαι ο άρτος ο ζων, ο καταβάς εκ του ουρανού. Εάν τις φάγη εκ τούτου του άρτου, θέλει ζήσει εις τον αιώνα. Και ο άρτος δε τον οποίον εγώ θέλω δώσει, είναι η σαρξ μου την οποίαν εγώ θέλω δώσει υπέρ της ζωής του κόσμου. 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
52 Εμάχοντο λοιπόν προς αλλήλους Ιουδαίοι, λέγοντες· Πως δύναται ούτος να δώση εις ημάς να φάγωμεν την σάρκα αυτού; 52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν;
53 Είπε λοιπόν εις αυτούς ο Ιησούς· Αληθώς, αληθώς σας λέγω, Εάν δεν φάγητε την σάρκα του υιού του ανθρώπου και πίητε το αίμα αυτού, δεν έχετε ζωήν εν εαυτοίς. 53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
54 Όστις τρώγει την σάρκα μου και πίνει το αίμα μου, έχει ζωήν αιώνιον, και εγώ θέλω αναστήσει αυτόν εν τη εσχάτη ημέρα. 54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
55 Διότι η σαρξ μου αληθώς είναι τροφή, και το αίμα μου αληθώς είναι πόσις. 55 ἡ γὰρ σάρξ μου ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις.
56 Όστις τρώγει την σάρκα μου και πίνει το αίμα μου εν εμοί μένει, και εγώ εν αυτώ. 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.
57 Καθώς με απέστειλεν ο ζων Πατήρ και εγώ ζω διά τον Πατέρα, ούτω και όστις με τρώγει θέλει ζήσει και εκείνος δι' εμέ. 57 καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι᾽ ἐμέ.
58 Ούτος είναι ο άρτος ο καταβάς εκ του ουρανού, ουχί καθώς οι πατέρες σας έφαγον το μάννα και απέθανον· όστις τρώγει τούτον τον άρτον θέλει ζήσει εις τον αιώνα. 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα.
59 Ταύτα είπεν εν τη συναγωγή, διδάσκων εν Καπερναούμ. 59 Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ.
60 Πολλοί λοιπόν εκ των μαθητών αυτού ακούσαντες, είπον· Σκληρός είναι ούτος ο λόγος· τις δύναται να ακούη αυτόν; 60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον· σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν;
61 Νοήσας δε ο Ιησούς εν εαυτώ ότι γογγύζουσι περί τούτου οι μαθηταί αυτού, είπε προς αυτούς· Τούτο σας σκανδαλίζει; 61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει;
62 εάν λοιπόν θεωρήτε τον Υιόν του ανθρώπου αναβαίνοντα όπου ήτο το πρότερον; 62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
63 το πνεύμα είναι εκείνο το οποίον ζωοποιεί, η σαρξ δεν ωφελεί ουδέν· οι λόγοι, τους οποίους εγώ λαλώ προς εσάς, πνεύμα είναι και ζωή είναι. 63 τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν.
64 Πλην είναι τινές από σας, οίτινες δεν πιστεύουσι. Διότι ήξευρεν εξ αρχής ο Ιησούς, τίνες είναι οι μη πιστεύοντες και τις είναι ο μέλλων να παραδώση αυτόν. 64 ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.
65 Και έλεγε· Διά τούτο σας είπον ότι ουδείς δύναται να έλθη προς εμέ, εάν δεν είναι δεδομένον εις αυτόν εκ του Πατρός μου. 65 καὶ ἔλεγε· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός μου.
66 Έκτοτε πολλοί των μαθητών αυτού εστράφησαν εις τα οπίσω και δεν περιεπάτουν πλέον μετ' αυτού. 66 Ἐκ τούτου πολλοὶ ἀπῆλθον [ἐκ] τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν.
67 Είπε λοιπόν ο Ιησούς προς τους δώδεκα· Μήπως και σεις θέλετε να υπάγητε; 67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;
68 Απεκρίθη λοιπόν προς αυτόν ο Σίμων Πέτρος· Κύριε, προς τίνα θέλομεν υπάγει; λόγους ζωής αιωνίου έχεις· 68 ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις·
69 και ημείς επιστεύσαμεν και εγνωρίσαμεν ότι συ είσαι ο Χριστός ο Υιός του Θεού του ζώντος. 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.
70 Απεκρίθη προς αυτούς ο Ιησούς· Δεν εξέλεξα εγώ εσάς τους δώδεκα και εις από σας είναι διάβολος; 70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν.
71 Έλεγε δε τον Ιούδαν του Σίμωνος τον Ισκαριώτην· διότι ούτος, εις ων εκ των δώδεκα, έμελλε να παραδώση αυτόν. 71 ἔλεγε δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτην· οὗτος γὰρ ἔμελλεν αὐτὸν παραδιδόναι, εἷς ὢν ἐκ τῶν δώδεκα.