1 Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τὰ ὄρη Ἰσραὴλ, καὶ εἰπὸν τοῖς ὄρεσι τοῦ Ἰσραὴλ, ἀκούσατε λόγον Κυρίου. 2 Τάδε λέγει Κύριος Κύριος, ἀνθʼ οὗ εἶπεν ἐφʼ ὑμᾶς ὁ ἐχθρὸς, εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήθη· 3 Διατοῦτο προφήτευσον, καὶ εἰπὸν, τάδε λέγει Κύριος Κύριος, ἀντὶ τοῦ ἀτιμασθῆναι ὑμᾶς, καὶ μισηθῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν, τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῖς καταλοίποις ἔθνεσι, καὶ ἀνέβητε λάλημα γλώσσῃ, καὶ εἰς ὀνείδισμα ἔθνεσι, 4 διατοῦτο ὄρη Ἰσραὴλ ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ τοῖς χειμάῤῥοις, καὶ ταῖς φάραγξι, καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις, καὶ ταῖς πόλεσι ταῖς ἐγκαταλελειμμέναις, καὶ ἐγένοντο εἰς προνομὴν, καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσι περικύκλῳ. 5 Διατοῦτο τάδε λέγει Κύριος Κύριος, εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη, καὶ ἐπὶ τὴν Ἰδουμαίαν πᾶσαν, ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετʼ εὐφροσύνης, ἀτιμάσαντες ψυχὰς, τοῦ ἀφανίσαι ἐν προνομῇ· 6 Διατοῦτο προφήτευσον ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ εἰπὸν τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ ταῖς φάραγξι, καὶ ταῖς νάπαις, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου, καὶ ἐν τῷ θυμῷ μου ἐλάλησα, ἀντὶ τοῦ ὀνειδισμοὺς ἐθνῶν ἐνέγκαι ὑμᾶς. 7 Διατοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔθνη τὰ περικύκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήψονται. 8 Ὑμῶν δὲ ὄρη Ἰσραὴλ τὴν σταφυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταφάγεται ὁ λαός μου, ὅτι ἐλπίζουσι τοῦ ἐλθεῖν· 9 Ὅτι ἰδοὺ ἐγὼ ἐφʼ ὑμᾶς, καὶ ἐπιβλέψω ἐφʼ ὑμᾶς, καὶ κατεργασθήσεσθε, καὶ σπαρήσεσθε, 10 καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους, πᾶν οἶκον Ἰσραὴλ εἰς τέλος, καὶ κατοικηθήσονται αἱ πόλεις, καὶ ἡ ἠρημωμένη οἰκοδομηθήσεται. 11 Καὶ πληθυνῶ ἐφʼ ὑμᾶς ἀνθρώπους, καὶ κτήνη, καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν, καὶ εὖ ποιήσω ὑμᾶς, ὥσπερ τὰ ἔμπροσθεν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος. 12 Καὶ γεννήσω ἐφʼ ὑμᾶς ἀνθρώπους τὸν λαόν μου Ἰσραὴλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσθε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεθῆτε ἔτι ἀτεκνωθῆναι ἀπʼ αὐτῶν. 13 Τάδε λέγει Κύριος Κύριος, ἀνθʼ ὧν εἶπάν σοι, κατέσθουσα ἀνθρώπους εἶ, καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔθνους σου ἐγένου· 14 Διατοῦτο ἀνθρώπους οὐκέτι φάγεσαι, καὶ τὸ ἔθνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει Κύριος Κύριος. 15 Καὶ οὐκ ἀκουσθήσεται οὐκέτι ἐφʼ ὑμᾶς ἀτιμία ἐθνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε ἔτι, λέγει Κύριος Κύριος. 16 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 17 υἱὲ ἀνθρώπου, οἶκος Ἰσραὴλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν, καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν, καὶ ἐν ταῖς ἀκαθαρσίαις αὐτῶν, καὶ κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀποκαθημένης ἐγενήθη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου. 18 Καὶ ἐξέχεα τὸν θυμόν μου ἐπʼ αὐτοὺς, 19 καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔθνη, καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας, κατὰ τὴν ὁδὸν αὐτῶν, καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς. 20 Καὶ εἰσῆλθον εἰς τὰ ἔθνη, οὗ εἰσῆλθον ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσθαι αὐτοὺς, λαὸς Κυρίου οὗτοι, καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύθασι. 21 Καὶ ἐπεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος Ἰσραὴλ ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθοσαν ἐκεῖ. 22 Διατοῦτο εἰπὸν τῷ οἴκῳ Ἰσραὴλ, τάδε λέγει Κύριος, οὐχ ὑμῖν ἐγὼ ποιῶ οἶκος Ἰσραὴλ, ἀλλʼ ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔθνεσιν, οὗ εἰσήλθετε ἐκεῖ. 23 Καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωθὲν ἐν τοῖς ἔθνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ἁγιασθῆναί με ἐν ὑμῖν κατʼ ὀφθαλμοὺς αὐτῶν. 24 Καὶ λήψομαι ὑμᾶς ἐκ τῶν ἐθνῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν, 25 καὶ ῥανῶ ἐφʼ ὑμᾶς καθαρὸν ὕδωρ, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καθαριῶ ὑμᾶς· 26 Καὶ δώσω ὑμῖν καρδίαν καινὴν, καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν, καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν, καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην· 27 Καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν, καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασί μου πορεύησθε, καὶ τὰ κρίματά μου φυλάξησθε, καὶ ποιήσητε· 28 Καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν. 29 Καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν, καὶ καλέσω τὸν σῖτον, καὶ πληθυνῶ αὐτὸν, καὶ οὐ δώσω ἐφʼ ὑμᾶς λιμόν. 30 Καὶ πληθυνῶ τὸν καρπὸν τοῦ ξύλου, καὶ τὰ γεννήματα τοῦ ἀγροῦ, ὅπως ἂν μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔθνεσι. 31 Καὶ μνησθήσεσθε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς, καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαθὰ, καὶ προσοχθιεῖτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν, καὶ ἐπὶ τοῖς βδελύγμασιν αὐτῶν. 32 Οὐ διʼ ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύριος Κύριος, γνωστόν ἐστιν ὑμῖν· αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν οἶκος Ἰσραήλ. 33 Τάδε λέγει ἀδωναῒ Κύριος, ἐν ἡμέρᾳ ᾗ καθαριῶ ὑμᾶς ἐκ πασῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηθήσονται ἔρημοι, 34 καὶ ἡ γῆ ἠφανισμένη ἐργασθήσεται ἀνθʼ ὧν ὅτι ἠφανισμένη ἐγενήθη κατʼ ὀφθαλμοὺς παντὸς παροδεύοντος. 35 Καὶ ἐροῦσιν, ἡ γῆ ἐκείνη ἠφανισμένη ἐγενήθη ὡς κῆπος τρυφῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠφανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάθισαν. 36 Καὶ γνώσονται τὰ ἔθνη, ὅσα ἂν καταλειφθῶσιν κύκλῳ ὑμῶν, ὅτι ἐγὼ Κύριος ᾠκοδόμησα τὰς καθῃρημένας, καὶ κατεφύτευσα τὰς ἠφανισμένας· ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιήσω. 37 Τάδε λέγει ἀδωναῒ Κύριος, ἔτι τοῦτο ζητηθήσομαι τῷ οἴκῳ Ἰσραὴλ τοῦ ποιῆσαι αὐτούς· πληθυνῶ αὐτοὺς ὡς πρόβατα ἀνθρώπους, 38 ὡς πρόβατα ἅγια, ὡς πρόβατα Ἱερουσαλὴμ ἐν ταῖς ἑορταῖς αὐτῆς· οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνθρώπων· καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.
Ezequiel · Septuaginta griega de Brenton
Ezequiel 36 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (37)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Ezequiel 6:2–3; Jeremías 22:29; Ezequiel 37:22; Ezequiel 36:4; Ezequiel 36:8
- 2 Deuteronomio 32:13; Ezequiel 25:3; Ezequiel 35:10; Habacuc 3:19; Salmo 78:69
- 3 Salmo 44:13–14; Lamentaciones 2:15–16; Jeremías 18:16; Jeremías 41:1–18; Ezequiel 13:10
- 4 Deuteronomio 11:11; Ezequiel 34:28; Ezequiel 36:1; Salmo 79:4; Ezequiel 36:6
- 5 Miqueas 7:8; Ezequiel 36:3; Salmo 83:4–12; Salmo 137:7; Zacarías 1:15
- 6 Salmo 123:3–4; Ezequiel 34:29; Salmo 74:10; Salmo 74:23; Salmo 74:18
- 7 Ezequiel 20:5; Amós 1:1–15; Ezequiel 25:1–17; Jeremías 25:15–29; Jeremías 47:1–7
- 8 Isaías 27:6; Hebreos 10:37; Ezequiel 34:26–29; Isaías 4:2; Oseas 2:21–23
- 9 Salmo 46:11; Ezequiel 36:34; Oseas 2:21–23; Romanos 8:31; Zacarías 8:12
- 10 Ezequiel 36:33; Jeremías 30:19; Jeremías 33:12; Isaías 27:6; Ezequiel 36:37
- 11 Jeremías 33:12; Jeremías 23:5–8; Miqueas 7:14; Ezequiel 37:13; Jeremías 31:27
- 12 Jeremías 15:7; Ezequiel 47:14; Abdías 17–21; Números 13:32; Ezequiel 36:13
- 13 Números 13:32
- 14 Ezequiel 37:25–28; Isaías 60:21; Amós 9:15
- 15 Salmo 89:50; Ezequiel 34:29; Isaías 54:4; Isaías 60:14; Ezequiel 36:6
- 17 Jeremías 2:7; Números 35:33–34; Miqueas 2:10; Jeremías 16:18; Levítico 15:19–33
- 18 Ezequiel 7:8; 2 Crónicas 34:21; Lamentaciones 4:11; Lamentaciones 2:4; Nahúm 1:6
- 19 Deuteronomio 28:64; Ezequiel 39:24; Romanos 2:6; Ezequiel 18:30; Ezequiel 5:12
- 20 Isaías 52:5; Romanos 2:24; Jeremías 33:24; Daniel 3:15; Éxodo 32:11–13
- 21 Isaías 48:9; Salmo 74:18; Ezequiel 20:9; Ezequiel 20:22; Isaías 37:35
- 22 Salmo 106:8; Ezequiel 36:32; Salmo 115:1–2; Deuteronomio 7:7–8; Deuteronomio 9:5–7
- 23 Ezequiel 20:41; Ezequiel 39:7; 1 Pedro 2:9; Salmo 46:10; Isaías 5:16
- 24 Ezequiel 37:21; Ezequiel 34:13; Amós 9:14–15; Salmo 107:2–3; Jeremías 30:3
- 25 Hebreos 10:22; Juan 3:5; Jeremías 33:8; 1 Juan 1:7; Tito 3:5–6
- 26 Ezequiel 11:19–20; Salmo 51:10; 2 Corintios 5:17; Deuteronomio 30:6; Juan 3:3–5
- 27 Tito 3:3–6; Hebreos 13:21; Ezequiel 39:29; 1 Corintios 3:16; Jeremías 31:33
- 28 Jeremías 31:33; Jeremías 32:38; Ezequiel 37:27; Ezequiel 11:20; Ezequiel 37:23
- 29 Mateo 1:21; Oseas 2:21–23; Juan 1:7–9; Romanos 11:26; Oseas 14:4
- 30 Ezequiel 34:27; Joel 2:26; Deuteronomio 29:23–28; Levítico 26:4; Joel 2:17
- 31 Ezequiel 6:9; Nehemías 9:26–35; Ezequiel 20:43; Job 42:6; Isaías 6:5
- 32 Deuteronomio 9:5; Ezequiel 36:22; Tito 3:3–6; 2 Timoteo 1:9; Daniel 9:18–19
- 33 Isaías 58:12; Ezequiel 36:10; Jeremías 33:10; Zacarías 8:7–8; Jeremías 32:43
- 34 Ezequiel 6:14; Jeremías 25:9–11; Deuteronomio 29:23–28; 2 Crónicas 36:21
- 35 Isaías 51:3; Joel 2:3; Jeremías 33:9; Salmo 58:11; Salmo 64:9
- 36 Mateo 24:35; Ezequiel 17:24; Ezequiel 37:14; Números 23:19; Oseas 14:4–9
- 37 Hebreos 10:21–22; 1 Juan 5:14; Ezequiel 14:3; Zacarías 10:6; Zacarías 10:9
- 38 Hechos 2:5–11; Juan 10:16; 1 Reyes 8:63; 2 Crónicas 35:7–19; 2 Crónicas 7:8
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
And those of them who declare that God would make a new covenant with men, not such as that which He made with the fathers at Mount Horeb, and would give to men a new heart and a new spirit; and again, "And remember ye not the things of old: behold, I make new things which shall now arise, and …
… for the blood that they had shed upon the land, and for their idols wherewith they had polluted it: and I scattered them among the heathen, and they were dispersed through the countries: according to their way, and according to their doings, I judged them." Now it is easy to understand that this applies to that house of Israel of …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
For this cause, though thou shouldest work but the eleventh hour of the day, He gives thy wages entire; and though thou afford no ground of salvation, He saith, "I do it for mine own sake, that my name be not profaned:" though thou shouldest sigh only, though thou shouldest only weep, all these things He quickly catches hold of, …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
He will sprinkle clean water upon you, and ye shall be cleansed from all your sin.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
But when the prophet begins to say, "And I will sanctify my great name, which was profaned among the heathen, which ye have profaned in the midst of them; and the heathen shall know that I am the Lord," the reader ought now carefully to observe the way in which the species is overstepped and the genus taken in.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)