1 ὍΡΑΣΙΣ ἫΝ ΕΙΔΕΝ ἩΣΑΙΑΣ ΥΙΟΣ ἈΜΩΣ ΚΑΤΑ ΒΑΒΥΛΩΝΟΣ. 2 Ἐπʼ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, παρακαλεῖτε τῇ χειρί, ἀνοίξατε οἱ ἄρχοντες. 3 Ἐγὼ συντάσσω, καὶ ἐγώ αὐτούς· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. 4 Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων· Κύριος σαβαὼθ ἐντέταλται ἔθνει ὁπλομάχῳ, 5 ἔρχεσθαι ἐκ γῆς πόῤῥωθεν ἀπʼ ἄκρου θεμελίου τοῦ οὐρανοῦ, Κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην. 6 Ὀλολύζετε, ἐγγὺς γὰρ ἡμέρα Κυρίου, καὶ συντριβὴ παρὰ τοῦ Θεοῦ ἥξει. 7 Διάτοῦτο πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. 8 Ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν, ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἐκστήσονται, καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσιν. 9 Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος, θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. 10 Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ, τὸ φῶς οὐ δώσουσι· καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς. 11 Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. 12 Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον· καὶ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐν Σουφείρ. 13 Ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὰ θυμὸν ὀργῆς Κυρίου σαβαὼθ, ἐν τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ. 14 Καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φεῦγον, καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπος εἰς τὴν χώραν ἑαυτοῦ διώξεται. 15 Ὃς γὰρ ἂν ἁλῷ, ἡττηθήσεται, καὶ οἵτινες συνηγμένοι εἰσὶ, πεσοῦνται μαχαίρᾳ. 16 Καὶ τὰ τέκνα αὐτῶν ῥάξουσιν ἐνώπιον αὐτῶν, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν, καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν. 17 Ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ ἀργύριον οὐ λογίζονται, οὐδὲ χρυσίου χρείαν ἔχουσι. 18 Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν. 19 Καὶ ἔσται Βαβυλὼν ἣ καλεῖται ἔνδοξος ἀπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα· 20 Οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ μὴ εἰσέλθωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδὲ μὴ διέλθωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσονται ἐν αὐτῇ. 21 Καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου· καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται, 22 καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσι, καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. Ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ.
Isaías · Septuaginta griega de Brenton
Isaías 13 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Isaías 13–14 · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (22)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Isaías 47:1–15; Jeremías 50:1–51:64; Isaías 1:1; Daniel 5:28; Apocalipsis 17:1–18
- 2 Jeremías 51:58; Isaías 5:26; Jeremías 50:2; Jeremías 51:25; Isaías 45:1–3
- 3 Joel 3:11; Jeremías 51:20–24; Apocalipsis 17:12–18; Apocalipsis 18:20–19:7; Esdras 7:12–26
- 4 Joel 3:14; Joel 2:25; Ezequiel 38:3–23; Apocalipsis 19:11–21; Joel 2:1–11
- 5 Mateo 24:31; Jeremías 50:9; Jeremías 51:20–46; Jeremías 50:3; Isaías 5:26
- 6 Joel 1:15; Amós 5:18; Ezequiel 30:2–3; Sofonías 1:7; 1 Tesalonicenses 5:2–3
- 7 Ezequiel 21:7; Nahúm 2:10; Nahúm 1:6; Ezequiel 7:17; Isaías 19:1
- 8 Nahúm 2:10; 1 Tesalonicenses 5:3; Isaías 26:17; Isaías 21:3–4; Juan 16:21
- 9 Malaquías 4:1; Nahúm 1:6; Isaías 13:15–18; Isaías 13:6; Jeremías 51:35–58
- 10 Joel 2:31; Mateo 24:29; Marcos 13:24; Ezequiel 32:7–8; Joel 3:15
- 11 Isaías 2:11; Isaías 5:15; Jeremías 50:29–32; Daniel 5:22–23; Isaías 3:11
- 12 Isaías 4:1; Isaías 24:6; Salmo 137:9; Job 28:16; Isaías 13:15–18
- 13 Hebreos 12:26–27; Joel 3:16; Mateo 24:29; Nahúm 1:4–6; Hageo 2:6–7
- 14 Jeremías 50:16; 1 Reyes 22:17; 1 Reyes 22:36; Jeremías 51:9; Isaías 17:13
- 15 Jeremías 50:25; Jeremías 51:3–4; Jeremías 50:27; Isaías 47:9–14; Jeremías 50:35–42
- 16 Oseas 10:14; Nahúm 3:10; Salmo 137:8–9; Isaías 13:18; Zacarías 14:2
- 17 Daniel 5:28–31; Jeremías 51:11; Jeremías 50:9; Isaías 41:25; Jeremías 51:27–28
- 18 2 Reyes 8:12; 2 Crónicas 36:17; Isaías 13:16; Oseas 13:16; Ezequiel 9:10
- 19 Daniel 4:30; Jeremías 50:40; Sofonías 2:9; Amós 4:11; Deuteronomio 29:23
- 20 Jeremías 51:43; Isaías 14:23; Jeremías 50:45; 2 Crónicas 17:11; Jeremías 50:3
- 21 Apocalipsis 18:2; Isaías 34:11–15
- 22 Isaías 35:7; Isaías 25:2; Jeremías 51:33; Deuteronomio 32:35; Habacuc 2:3
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… shall be no men in them and the land shall be left desolate." "For, behold," says Isaiah, "the day of the Lord cometh past remedy, full of fury and wrath, to lay waste the city of the earth, and to root sinners out of it." And again he says, "Let him be taken away, that he behold not the glory …
Concerning that day, hear the prophets, saying, "The day of the Lord is incurable, full of anger and wrath." For there will be none to stand by, none to rescue, nowhere the face of Christ, so mild and calm.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)