Skip to the text

2 Kings · Brenton's Greek Septuagint

2 Kings 9 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ Ἐλισαιὲ ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν, καὶ εἶπεν αὐτῷ, ζῶσαι τὴν ὀσφύν σου, καὶ λάβε τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου, καὶ δεῦρο εἰς Ῥεμμὼθ Γαλαάδ. 2 Καὶ εἰσελεύσῃ ἐκεῖ, καὶ ὄψει ἐκεῖ Ἰοὺ υἱὸν Ἰωσαφὰτ υἱοῦ Ναμεσσὶ, καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ, καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμεῖον ἐν ταμείῳ. 3 Καὶ λήψῃ τὸν φακὸν τοῦ ἐλαίου, καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ εἰπον, τάδε λέγει Κύριος, κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ ἀνοίξεις τὴν θύραν, καὶ φεύξῃ καὶ οὐ μενεῖς. 4 Καὶ ἐπορεύθη τὸ προδάριον ὁ παιφήτης εἰς Ῥεμμὼθ Γαλαάδ. 5 Καὶ εἰσῆλθε· καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπε, λόγος μοι πρὸς σὲ ὁ ἄρχων· καὶ εἶπεν Ἰοὺ, πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπε, πρὸς σέ ὁ ἄρχων. 6 Καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεε τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ εἶπεν αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ, κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν Κυρίου ἐπὶ τὸν Ἰσραὴλ. 7 Καὶ ἐξολοθρεύσεις τὸν οἶκον Ἀχαὰβ τοῦ κυρίου σου ἐκ προσώπου σου, καὶ ἐκδικὴσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν, καὶ τὰ αἵματα πάντων τῶν δούλων Κυρίου ἐκ χειρὸς Ἰεζάβελ, 8 καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Ἀχαὰβ, καὶ ἐξολθρεύσεις τῷ οἴκῳ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον, καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ἰσραήλ. 9 Καὶ δώσω τὸν οἶκον Ἀχαὰβ ὡς τὸν οἶκον Ἰεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχιά. 10 Καὶ τὴν Ἰεζάβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι Ἰσζράελ, καὶ οὐκ ἔστιν ὁ θάπτων· καὶ ἤνοιξε τὴν θύραν καὶ ἔφυγε. 11 Καὶ Ἰοὺ ἐξῆλθε πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπαν αὐτῷ, εἰρήνη; τί ὅτι εἰσῆλθεν ὁ ἐπίληπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς, ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ. 12 Καὶ εἶπον, ἄδικον, ἀπάγγειλον δὴ ἡμῖν. Καὶ εἶπεν Ἰοὺ πρὸς αὐτοὺς, οὕτω καὶ οὕτω ἐλάλησε πρὸς μὲ, λέγων, καὶ εἶπε, τάδε λέγει Κύριος, κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ. 13 καὶ ἀκούσαντες ἔσπευσαν, καὶ ἔλαβεν ἕκαστος τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ τὸ γαρὲμ τῶν ἀναβάθμων· καὶ ἐσάλπισαν ἐν κερατίνῃ, καὶ εἶπαν, ἐβασίλευσεν Ἰού. 14 Καὶ συνεστράφη Ἰοὺ υἱὸς Ἰωσαφὰτ υἱοῦ Ναμεσσὶ πρὸς Ἰωράμ· καὶ Ἰωρὰμ αὐτὸς ἐφύλασσεν ἐν Ῥεμμὼθ Γαλαὰδ, καὶ πᾶς Ἰσραὴλ ἀπὸ προσώπου Ἀζαὴλ βασιλέως Συρίας. 15 Καὶ ἀπέστρεψεν Ἰωρὰμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν Ἰσζράελ ἀπὸ τῶν πληγῶν ὧν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτὸς μετὰ Ἀζαὴλ βασιλέως Συρίας. Καὶ εἶπεν Ἰοὺ, εἰ ἔστι ψυχὴ ὑμῶν μετʼ ἐμοῦ, μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν Ἰεζράελ. 16 Καὶ ἵππευσε καὶ ἐπορεύθη Ἰοὺ, καὶ κατέβη εἰς Ἰεζράελ, ὅτι Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ ἐθεραπεύετο ἐν τῷ Ἰεζράελ ἀπὸ τῶν τοξευμάτων, ὧν κατετόξευσαν αὐτὸν οἱ Ἀραμὶν ἐν τῇ Ῥαμμὰθ ἐν τῷ πολέμῳ μετὰ Ἁζαὴλ βασιλέως Συρίας, ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως· καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα κατέβη ἰδεῖν τὸν Ἰωράμ. 17 Καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον Ἰεζράελ, καὶ εἶδε τὸν κονιορτὸν Ἰοὺ ἐν τῷ παραγίνεσθαι αὐτὸν, καὶ εἶπε, Κονιορτὸν ἐγὼ βλέπω· καὶ εἶπεν Ἰωρὰμ, λάβε ἐπιβάτην, καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω ἡ εἰρήνη. 18 Καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν, καὶ εἶπε, τάδε λέγει ὁ βασιλεὺς, ἡ εἰρήνη· καὶ εἶπεν Ἰού, τί σοι καὶ εἰρήνῃ; ἐπίστρεφε εἰς τὰ ὀπίσω μου· καὶ ἀπήγγειλεν ὁ σκοπὸς, λέγων, ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν, καὶ οὐκ ἀνέστρεψε. 19 Καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθε πρὸς αὐτὸν καὶ εἶπε, τάδε λέγει ὁ βασιλεύς, ἡ εἰρήνη· καὶ εἶπεν Ἰοὺ, τί σοι καὶ εἰρήνῃ; ἐπιστρέφου εἰς τὰ ὀπίσω μου. 20 Καὶ ἀπήγγειλεν ὁ σκοπὸς, λέγων, ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψε, καὶ ὁ ἄγων ἦγε τὸν Ἰοὺ υἱὸν Ναμεσσὶ, ὅτι ἐν παραλλαγῇ ἐγένετο. 21 Καὶ εἶπεν Ἰωρὰμ, ζεῦξον· καὶ ἔζευξεν ἅρμα· καὶ ἐξῆλθεν Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ, καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ἰοὺ, καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαὶ τοῦ Ἰεζραηλίτου. 22 Καὶ ἐγένετο ὡς εἶδεν Ἰωρὰμ τὸν Ἰοὺ, καὶ εἶπεν, ἡ εἰρήνη Ἰοὺ; καὶ εἶπεν Ἰού, τί εἰρήνη; ἔτι αἱ πορνεῖαι Ἰεζάβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά. 23 Καὶ ἐπέστρεψεν Ἰωρὰμ τὰς χεῖρας αὐτοῦ, καὶ ἔφυγε· καὶ εἶπε πρὸς Ὀχοζίαν, δόλος Ὀχοζία. 24 Καὶ ἔπλησεν Ἰοὺ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ, καὶ ἐπάταξε τὸν Ἰωρὰμ ἀνὰμέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθε τὸ βέλος αὐτοῦ διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ. 25 Καὶ εἶπε πρὸς Βαδεκὰρ τὸν τριστάτην αὐτοῦ, ῥίψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαὶ τοῦ Ἰεζραηλίτου, ὅτι μνημονεύω ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ, καὶ Κύριος ἔλαβεν ἐπʼ αὐτὸν τὸ λῆμμα τοῦτο· 26 Εἰ μὴ τὰ αἵματα Ναβουθαὶ καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθὲς, φησὶ Κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶ Κύριος· καὶ νῦν ἄρας δὴ ῥίψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα Κυρίου. 27 Καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα εἶδε καὶ ἔφυγεν ὁδὸν Βαιθγάν· καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ἰοὺ, καὶ εἶπε, καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαῒ, ἥ ἐστιν Ἰεβλαάμ· καὶ ἔφυγεν εἰς Μαγεδδὼ, καὶ ἀπέθανεν ἐκεῖ. 28 Καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα, καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυίδ. 29 Καὶ ἐν ἔτει ἑνδεκάτῳ Ἰωρὰμ βασιλέως Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζίας ἐπὶ Ἰούδαν. 30 Καὶ ἦλθεν Ἰοὺ ἐπὶ Ἰεζράελ· καὶ Ἰεζάβελ ἤκουσε, καὶ ἐστιμμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἠγάθυνε τὴν κεφαλὴν αὐτῆς, καὶ διέκυψε διὰ τῆς θυρίδος. 31 Καὶ Ἰοὺ εἰσεπορεύετο ἐν τῇ πόλει, καὶ εἶπε, ἡ εἰρήνη Ζαμβρὶ ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ; 32 Καὶ ἐπῇρε τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα, καὶ εἶδεν αὐτὴν, καὶ εἶπε, τίς εἶ σύ; κατάβηθι μετʼ ἐμοῦ· καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι. 33 Καὶ εἶπε, κυλίσατε αὐτήν· καὶ ἐκύλισαν αὐτὴν, καὶ ἐῤῥαντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν. 34 Καὶ εἰσῆλθε καὶ ἔφαγε καὶ ἔπιεν, καὶ εἶπε, ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην, καὶ θάψατε αὐτὴν, ὅτι θυλάτηρ βασιλέως ἐστί. 35 Καὶ ἐπορεύθησαν θάψαι αὐτὴν, καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν. 36 Καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ· καὶ εἶπε, λόγος Κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ Ἠλιοὺ τοῦ Θεσβίτου, λέγων, ἐν τῇ μερίδι Ἰεζρὰελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ἰεζάβελ. 37 Καὶ ἔσται τὸ θνησιμαῖον Ἰεζάβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ἰεζραλ, ὥστε μὴ εἰπεῖν αὐτοὺς, Ἰεζάβελ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Bidkar

    Jehu's officer

    Jehu's officer, whom Jehu ordered to throw Joram's body into the field of Naboth the Jezreelite.

    Cited in the guide: 2 Kings 9:25

  • Jehoshaphat

    Father of Jehu

    Named as the father of Jehu, the son of Nimshi.

    Cited in the guide: 2 Kings 9:2; 2 Kings 9:14

  • Jehu

    King who destroyed Ahab's house

    An army commander anointed king by a young prophet sent by Elisha, who killed Joram, Ahaziah of Judah and Jezebel, wiped out Ahab's house and Baal's worshipers, but did not turn…

    Cited in the guide: 1 Kings 19:16; 2 Kings 9:2; 2 Kings 9:6

  • Nimshi

    Ancestor of Jehu

    Named as the father of Jehoshaphat and so the forefather of Jehu, who is often called 'son of Nimshi'.

    Cited in the guide: 1 Kings 19:16; 2 Kings 9:2; 2 Kings 9:14

Cross references (34)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 1 Samuel 10:1; 2 Kings 4:29; 1 Samuel 16:1; 2 Kings 8:28–29; 1 Kings 1:39
  2. 2 2 Kings 9:5; 2 Kings 9:11; 2 Kings 9:14; 1 Kings 19:16–17; 1 Kings 22:25
  3. 3 1 Kings 19:16; Exodus 29:7; Proverbs 8:15–16; 1 Samuel 15:17; John 19:10–11
  4. 5 Judges 3:19
  5. 6 2 Chronicles 22:7; 1 Kings 19:16; 2 Kings 9:3; 1 Kings 14:7; 1 Kings 16:2
  6. 7 1 Kings 21:15; 1 Kings 18:4; Deuteronomy 32:43; 1 Kings 21:25; 1 Kings 21:21
  7. 8 Deuteronomy 32:36; 1 Samuel 25:22; 2 Kings 14:26; 2 Kings 10:17; 1 Kings 21:21–22
  8. 9 1 Kings 15:29; 1 Kings 21:22; 1 Kings 14:10–11; 1 Kings 16:11–12; 1 Kings 16:3–5
  9. 10 1 Kings 21:23; 2 Kings 9:35–36; Jeremiah 22:19; 2 Kings 9:3; Judges 3:26
  10. 11 Jeremiah 29:26; John 10:20; Acts 26:24; Hosea 9:7; 2 Kings 5:21
  11. 13 1 Kings 1:39; Mark 11:7–8; 1 Kings 1:34; Psalm 47:5–7; Matthew 21:7–8
  12. 14 2 Kings 8:28; 1 Kings 22:3; 2 Kings 10:9; 2 Kings 15:30; 1 Kings 15:27
  13. 15 2 Kings 8:29; 1 Samuel 27:9–11; 2 Chronicles 22:6
  14. 16 2 Chronicles 22:6–7; 2 Kings 8:28–29
  15. 17 1 Samuel 16:4; 1 Kings 2:15; Ezekiel 33:2–9; Acts 20:26–31; 1 Samuel 17:22
  16. 18 2 Kings 9:22; 2 Kings 9:19; Jeremiah 16:5; Isaiah 59:8; Isaiah 48:22
  17. 20 2 Samuel 18:27; Daniel 11:44; Habakkuk 1:6; 2 Kings 10:16; Habakkuk 3:12
  18. 21 1 Kings 21:1–7; 2 Chronicles 22:7; Micah 1:13; 1 Kings 20:14; Numbers 20:14
  19. 22 Nahum 3:4; 2 Chronicles 21:13; 1 Kings 16:30–33; 1 Kings 19:1–2; Revelation 2:20–23
  20. 23 2 Kings 11:14; 2 Chronicles 23:13
  21. 24 1 Kings 22:34; Job 20:23–25; 1 Thessalonians 5:3; Proverbs 21:30; Psalm 50:22
  22. 25 1 Kings 21:19; Isaiah 13:1; 1 Kings 21:24–29; Jeremiah 23:33–38; Malachi 1:1
  23. 26 1 Kings 21:19; Deuteronomy 24:16; 2 Chronicles 24:25; Exodus 20:5; Deuteronomy 5:9
  24. 27 Judges 1:27; Joshua 17:11; 2 Kings 23:29–30; Judges 5:19; Numbers 16:26
  25. 28 2 Kings 23:30; 2 Chronicles 35:24; 2 Kings 14:19–20; 2 Chronicles 25:28; 2 Kings 12:21
  26. 29 2 Chronicles 21:18–19; 2 Kings 8:24–25; 2 Chronicles 22:1–2; 2 Kings 8:16
  27. 30 Jeremiah 4:30; Ezekiel 23:40; Ezekiel 24:17; 1 Peter 3:3; 1 Timothy 2:9–10
  28. 31 1 Kings 16:9–20
  29. 32 1 Chronicles 12:18; Esther 1:10; Esther 2:21; Psalm 118:6; Psalm 124:1–2
  30. 33 Micah 7:10; 2 Kings 7:20; 1 Kings 21:11; 2 Kings 9:26; Malachi 4:3
  31. 34 1 Kings 16:31; 1 Kings 21:25; Isaiah 65:15; 1 Kings 18:41; Proverbs 10:7
  32. 35 Jeremiah 22:19; Job 31:3; Isaiah 14:18–20; Acts 12:23; Ecclesiastes 6:3
  33. 36 1 Kings 21:23; Leviticus 8:36; 2 Kings 14:25; 2 Samuel 12:25
  34. 37 Jeremiah 8:2; Jeremiah 16:4; Psalm 83:10; Jeremiah 25:33; Ecclesiastes 6:3

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences