Ezekiel · Brenton's Greek Septuagint
Ezekiel 7 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Ezekiel is not in PT1904.
1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
·
2 καὶ σὺ υἱὲ ἀνθρώπου εἰπόν, τάδε λέγει Κύριος, Τῇ γῇ τοῦ Ἰσραὴλ πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς.
·
3 Ἥκει τὸ πέρας
·
4 ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν· ἥκει ὁ καιρὸς, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ θορύβων, οὐδὲ μετὰ ὠδίνων.
·
5 Νῦν ἐγγύθεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σὲ, καὶ συντελέσω τὸν θυμόν μου ἐν σοὶ, καὶ κρινῶ σε ἐν ταῖς ὁδοῖς σου, καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου,
·
6 οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω· διότι τὰς ὁδούς σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσονται, καὶ ἐπιγνώσῃ, διότι ἐγώ εἰμι Κύριος ὁ τύπτων.
·
7 Νῦν τὸ πέρας πρὸς σὲ, καὶ ἀποστελῶ ἐγὼ ἐπὶ σὲ, καὶ ἐκδικήσω ἐν ταῖς ὁδοῖς σου, καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου,
·
8 οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω· διότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσται, καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος.
·
9 Διότι τάδε λέγει Κύριος, ἰδοὺ τὸ πέρας ἥκει.
·
10 Ἰδοὺ ἡ ἡμέρα Κυρίου· εἰ καὶ ἡ ῥάβδος ἤνθηκεν, ἡ ὕβρις ἐξανέστηκε,
·
11 καὶ συντρίψει στήριγμα ἀνόμου, καὶ οὐ μετὰ θορύβου, οὐδὲ μετὰ σπουδῆς.
·
12 Ἥκει ὁ καιρὸς, ἰδοὺ ἡ ἡμέρα· ὁ κτώμενος μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ θρηνείτω·
·
13 Διότι ὁ κτώμενος πρὸς τὸν πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψει, καὶ ἄνθρωπος ἐν ὀφθαλμῷ ζωῆς αὐτοῦ οὐ κρατήσει.
·
14 Σαλπίσατε ἐν σάλπιγγι, καὶ κρίνατε τὰ σύμπαντα.
·
15 Ὁ πόλεμος ἐν ῥομφαίᾳ ἔξωθεν, καὶ ὁ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν· ὁ ἐν τῷ πεδίῳ ἐν ῥομφαίᾳ τελευτήσει, τοὺς δʼ ἐν τῇ πόλει λιμὸς καὶ θάνατος συντελέσει.
·
16 Καὶ ἀνασωθήσονται οἱ ἀνασωζόμενοι ἐξ αὐτῶν, καὶ ἔσονται ἐπὶ τῶν ὀρέων· καὶ πάντας ἀποκτενῶ, ἔκαστον ἐν ταῖς ἀδικίαις αὐτοῦ.
·
17 Πᾶσαι χεῖρες ἐκλυθήσονται, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ.
·
18 Καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς θάμβος· καὶ ἐπὶ πᾶν πρόσωπον αἰσχύνη ἐπʼ αὐτοὺς, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα.
·
19 Τὸ ἀργύριον αὐτῶν ῥιφήσεται ἐν ταῖς πλατείαις, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσεται· αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσι, καὶ αἱ κοιλίαι αὐτῶν οὐ μὴ πληρωθῶσι, διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο.
·
20 Ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ, καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν· ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν.
·
21 Καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων, τοῦ διαρπάσαι αὐτὰ, καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά.
·
22 Καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, καὶ μιανοῦσι τῆν ἐπισκοπήν μου, καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως, καὶ βεβηλώσουσιν αὐτά.
·
23 Καὶ ποιήσουσι φυρμόν· διότι ἡ γῆ πλήρης λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομίας.
·
24 Καὶ ἀποστρέψω τὸ φρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανθήσεται τὰ ἅγια αὐτῶν.
·
25 Καὶ ἐξιλασμὸς ἥξει, καὶ ζητήσει εἰρήνην, καὶ οὐκ ἔσται.
·
26 Οὐαὶ ἐπὶ οὐαὶ ἔσται· καὶ ἀγγελία ἐπὶ ἀγγελίαν ἔσται· καὶ ζητηθήσεται ὅρασις ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων.
·
27 Ἄρχων ἐνδύσεται ἀφανισμὸν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυθήσονται· κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.
·
Cross references (26)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Amos 8:2; Ezekiel 7:3; Amos 8:10; 1 Peter 4:7; Ezekiel 11:13
- 3 Ezekiel 18:30; Ezekiel 5:13; Ezekiel 33:20; Ezekiel 7:8–9; Ezekiel 16:38
- 4 Ezekiel 6:7; Ezekiel 11:21; Ezekiel 5:11; Hosea 12:2; Ezekiel 7:27
- 5 2 Kings 21:12–13; Nahum 1:9; Ezekiel 5:9; Amos 3:2; Daniel 9:12
- 6 Zechariah 13:7; Ezekiel 7:10; Ezekiel 7:3; Jeremiah 44:27; Ezekiel 21:25
- 7 Ezekiel 12:28; Genesis 19:15; Isaiah 22:5; Ezekiel 7:12; Ezekiel 12:23–25
- 8 Ezekiel 9:8; Ezekiel 14:19; Ezekiel 20:8; Isaiah 42:25; Nahum 1:6
- 9 Revelation 20:13; Galatians 6:7; Micah 6:9; Isaiah 9:13
- 10 Isaiah 10:5; 1 Thessalonians 5:3; James 4:6; Proverbs 16:18; Isaiah 28:1
- 11 Zephaniah 1:18; Jeremiah 16:5–6; Ezekiel 7:23; Isaiah 59:6–8; Psalm 78:64
- 12 Isaiah 5:13–14; 1 Corinthians 7:29–31; Ezekiel 7:10; Isaiah 24:1–2; Jeremiah 32:7–8
- 13 Leviticus 25:24–28; Ezekiel 33:26–27; Job 15:25; Ezekiel 13:22; Psalm 52:7
- 14 Jeremiah 4:5; Jeremiah 7:20; Jeremiah 6:11; Isaiah 24:1–7; Jeremiah 12:12
- 15 Ezekiel 5:12; Jeremiah 14:18; Lamentations 1:20; Jeremiah 15:2–3; Deuteronomy 32:23–25
- 16 Ezra 9:15; Isaiah 59:11; Isaiah 38:14; Isaiah 37:31; Zechariah 12:10–14
- 17 Ezekiel 21:7; Hebrews 12:12; Ezekiel 22:14; Isaiah 13:7–8; Jeremiah 6:24
- 18 Amos 8:10; Isaiah 15:2–3; Ezekiel 27:31; Isaiah 3:24; Job 21:6
- 19 Proverbs 11:4; Zephaniah 1:18; Ezekiel 14:7; Luke 12:19–20; Isaiah 2:20
- 20 Ezekiel 24:21; Jeremiah 7:30; Ezekiel 8:15–16; Ezekiel 9:7; Isaiah 64:11
- 21 2 Kings 24:13; Psalm 74:2–8; 2 Kings 25:13–16; 2 Kings 25:9; 2 Chronicles 36:18–19
- 22 Jeremiah 18:17; Psalm 35:22; Psalm 10:11; Ezekiel 39:23–24; Psalm 74:18–23
- 23 Jeremiah 27:2; Ezekiel 9:9; 2 Kings 21:16; Hosea 4:2; Ezekiel 11:6
- 24 Ezekiel 28:7; Psalm 106:41; Ezekiel 33:28; Ezekiel 21:31; 2 Chronicles 7:19–20
- 25 Isaiah 59:8–12; Jeremiah 8:15–16; Lamentations 4:17–18; Isaiah 57:21; Ezekiel 13:10
- 26 Jeremiah 4:20; Ezekiel 14:1; Micah 3:6; Psalm 74:9; Jeremiah 37:17
- 27 Ezekiel 7:4–8; Ezekiel 18:30; Ezekiel 12:10–22; Ezekiel 26:16; Joel 3:17
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences