1 Καὶ ἐλεήσει Κύριος τὸν Ἰακὼβ, καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραὴλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γειώρας προστεθήσεται πρὸς αὐτοὺς, καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ· 2 Καὶ λήψονται αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσι, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς εἰς δούλους καὶ δούλας· καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτοὺς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν. 3 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναπαύσει σε Κύριος ἀπὸ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου, τῆς δουλείας σου τῆς σκληρᾶς, ἧς ἐδούλευσας αὐτοῖς. 4 Καὶ λήψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; 5 Συνέτριψε Κύριος τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων. 6 Πατάξας ἔθνος θυμῷ, πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγὴν θυμοῦ, ἣ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς. 7 Πᾶσα ἡ γῆ βοᾷ μετʼ εὐφροσύνης, 8 καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ, καὶ ἡ κέδρος τοῦ Λιβάνου, ἀφʼ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. 9 Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι· συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς, οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶ. 10 Πάντες ἀποκριθήσονται, καὶ ἐροῦσί σοι, Καὶ σὺ ἑάλως, ὥσπερ καὶ ἡμεῖς· ἐν ἡμῖν δὲ κατελογίσθης. 11 Κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου· ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. 12 Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. 13 Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου, εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς Βοῤῥᾶν, 14 ἀναβήσομαι ἐπάνω τῶν νεφῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. 15 Νῦν δὲ εἰς ᾅδην καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. 16 Οἱ ἰδόντες σε θαυμάσονται ἐπὶ σοὶ, καὶ ἐροῦσιν, οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, ὁ σείων βασιλεῖς, 17 ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις αὐτοῦ καθεῖλε, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσε. 18 Πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ. 19 Σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν, ὡς νεκρὸς ἐβδελυγμένος, μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις, καταβαινόντων εἰς ᾅδου. 20 Ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός· διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἐπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν. 21 Ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτῶν, ἵνα μὴ ἀναστῶσι καὶ κληρονομήσωσι τὴν γῆν, καὶ ἐμπλήσωσι τὴν γῆν πολέμων. 22 Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει Κύριος σαβαὼθ, καὶ ἀπολῶ αὐτῶν ὄνομα, καὶ κατάλειμμα, καὶ σπέρμα· τάδε λέγει Κύριος. 23 Καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον, ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν. 24 Τάδε λέγει Κύριος σαβαὼθ, ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ, 25 τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς, καὶ ἐπὶ τῶν ὀρέων μου· καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀφαιρεθήσεται ἀπʼ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται. 26 Αὕτη ἡ βουλὴ ἣν βεβούλευται Κύριος ἐπὶ τὴν ὅλην οἰκουμένην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη. 27 Ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει; 28 Τοῦ ἔτους οὗ ἀπέθανεν ὁ βασιλεὺς Ἄχαζ, ἐγενήθη τὸ ῥῆμα τοῦτο. 29 Μὴ εὐφρανθείητε οἱ ἀλλόφυλοι πάντες, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄφεως ἐξελεύσεται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετάμενοι. 30 Καὶ βοσκηθήσονται πτωχοὶ διʼ αὐτοῦ· πτωχοὶ δὲ ἄνθρωποι ἐπὶ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ ἐν λιμῷ τὸ σπέρμα σου, καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. 31 Ὀλολύξατε πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόφυλοι πάντες, ὅτι ἀπὸ βοῤῥᾶ καπνὸς ἔρχεται, καὶ οὐκ ἔστι τοῦ εἶναι. 32 Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; ὅτι Κύριος ἐθεμελίωσε Σιων, καὶ διʼ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ. ΤΟ ῬΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙΔΟΣ.
Isaías · Septuaginta griega de Brenton
Isaías 14 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Isaías 13–14 · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (32)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Salmo 102:13; Zacarías 1:17; Efesios 2:12–19; Isaías 54:7–8; Zacarías 8:22–23
- 2 Isaías 61:5; Isaías 60:14; Jeremías 30:16; Daniel 7:25–27; Isaías 60:9–12
- 3 Jeremías 30:10; Esdras 9:8–9; Isaías 32:18; Jeremías 46:27–28; Zacarías 8:8
- 4 Isaías 49:26; Jeremías 50:22–23; Apocalipsis 18:16; Apocalipsis 18:5–8; Apocalipsis 16:5–6
- 5 Salmo 125:3; Isaías 9:4; Isaías 14:29; Jeremías 48:15–17; Isaías 10:5
- 6 Daniel 7:19–21; Jeremías 50:31; Apocalipsis 17:16–17; Santiago 2:13; Apocalipsis 18:8–10
- 7 Salmo 126:1–3; Salmo 96:11–13; Isaías 49:13; Salmo 98:7–9; Proverbios 11:10
- 8 Ezequiel 31:16; Isaías 55:12–13; Zacarías 11:2
- 9 Ezequiel 32:21–32; Jeremías 50:8; Proverbios 15:24
- 10 Salmo 82:6–7; Ezequiel 32:21; Eclesiastés 2:16; Salmo 49:6–14; Salmo 49:20
- 11 Daniel 5:25–30; Ezequiel 32:19–20; Isaías 21:4–5; Job 17:13–14; Job 21:11–15
- 12 Ezequiel 28:13–17; Lucas 10:18; Apocalipsis 12:7–10; Apocalipsis 8:10; Apocalipsis 22:16
- 13 Daniel 8:10–12; Ezequiel 28:2; Ezequiel 28:12–16; 2 Tesalonicenses 2:4; Ezequiel 29:3
- 14 Isaías 47:8; Génesis 3:5; 2 Tesalonicenses 2:4; Isaías 37:23–24
- 15 Mateo 11:23; Hechos 12:22–23; Ezequiel 32:23; Apocalipsis 19:20; Lucas 10:15
- 16 Jeremías 50:23; Salmo 58:10–11; Jeremías 51:20–23; Isaías 14:4–5; Salmo 52:7
- 17 Joel 2:3; Ezequiel 6:14; Isaías 58:6; Isaías 13:19–22; Esdras 1:2–4
- 18 2 Crónicas 24:16; Ezequiel 32:18–32; 2 Crónicas 24:25; Job 30:23; Isaías 22:16
- 19 Jeremías 41:9; Jeremías 41:7; 2 Reyes 9:34–36; Jeremías 22:19; 1 Reyes 21:19
- 20 Salmo 21:10; Job 18:19; Salmo 37:28; Salmo 109:13; Job 18:16
- 21 Mateo 23:35; Levítico 26:39; Habacuc 2:8–12; Éxodo 20:5; Isaías 27:6
- 22 1 Reyes 14:10; Jeremías 50:29–35; Proverbios 10:7; Isaías 43:14; Jeremías 51:62–64
- 23 Sofonías 2:14; Isaías 13:21–22; 1 Reyes 14:10; Isaías 34:11–15; Apocalipsis 14:8
- 24 Proverbios 19:21; Job 23:13; Isaías 46:10–11; Jeremías 29:11; Hechos 4:28
- 25 Isaías 9:4; Isaías 37:36–38; Nahúm 1:13; Isaías 10:12; Isaías 10:32–34
- 26 Isaías 23:9; Sofonías 3:6–8; Éxodo 15:12; Isaías 5:25
- 27 Isaías 43:13; Job 23:13; 2 Crónicas 20:6; Proverbios 21:30; Job 9:12
- 28 2 Reyes 16:20; 2 Crónicas 28:27; Isaías 13:1; Isaías 6:1
- 29 Isaías 11:8; 2 Crónicas 26:6; Isaías 30:6; 2 Crónicas 28:18; Oseas 9:1
- 30 Isaías 7:21–22; Sofonías 2:4–7; Isaías 8:21; Zacarías 9:5–7; Isaías 30:23–24
- 31 Jeremías 1:14; Isaías 20:1; Jeremías 25:16–20; Isaías 14:29; Isaías 13:6
- 32 Salmo 87:5; Salmo 102:16; Salmo 87:1; Santiago 2:5; Sofonías 3:12
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
… loved and feared, not for Thy sake, but in Thy stead, by which means, being made like unto him, he may have them as his, not in harmony of love, but in the fellowship of punishment; who aspired to exalt his throne in the north, that dark and cold they might serve him, imitating Thee in perverse and distorted ways.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
Such an one was he that saith, "I will exalt my throne above the Heavens." and did not account himself to be worthy so much as of the title of the apostles, after so many and so great deeds of goodness.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
And how do they answer the prophetic proofs,--either what Isaiah says when he represents the devil under the person of the king of Babylon, "How art thou fallen, O Lucifer, son of the morning!" or what Ezekiel says, "Thou hast been in Eden, the garden of God; every precious stone was thy covering," where it is meant that he was …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
For example, what is said in Isaiah, "How he is fallen from heaven, Lucifer, son of the morning!" and the other statements of the context which, under the figure of the king of Babylon, are made about the same person, are of course to be understood of the devil; and yet the statement which is made in the same place, …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)